Ancient Greek
2.127.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.127.4
Unproofread scanNot analysed yet
Ὁ μὲν Πορφύριος ὑποδιελὼν γενέσει μὲν πρεσβυτέραν, ἀρετῇ δὲ προτέραν ἄκουει τὴν ψυχὴν τοῦ σώματος· δυνατόν δὲ ἄμφω καθ’ ἕκαστερον ἀκούειν καὶ τῇ γενέσει τὸ προτέραν καὶ πρεσβυτέραν συνάπτειν καὶ τῇ ἀρετῇ πάλιν ἕκαστερον. ἔστι δὲ γένεσις ἐπὶ τῆς ψυχῆς οὐχ ἡ κατὰ χρόνον (ἀγέννητον γὰρ καὶ ἀνώλεθρον ἔδειξεν ἐν Φαίδρῳ 246A τὴν ψυχήν), ἀλλ’ ἡ κατ’ οὐσίαν πάροδος ἀπὸ τῶν νοητῶν αἰτίων· ἔστι γὰρ τῶν ὄντων τὰ μὲν νοητὰ καὶ ἀγέννητα, τὰ δὲ αἰσθητὰ καὶ γεννητά, τὰ δὲ μεταξὺ τούτων νοητὰ καὶ γεννητά· τὰ μὲν γὰρ ἔστιν ἀσύνθετα πάντα καὶ ἀμέριστα καὶ διὰ τοῦτο ἀγέννητα, τὰ δὲ σύνθετα καὶ μεριστὰ καὶ διὰ τοῦτο γεννητά· τὰ δὲ ἐν μέσῳ τούτων νοητὰ καὶ γεννητά, ἀμέριστά τε ὄντα καὶ μεριστὰ τὴν φύσιν, ἀπλά τε καὶ σύνθετα τρόπον ἕτερον. ἄλλη οὖν ἡ ἐπὶ ψυχῆς γένεσις καὶ ἄλλη ἡ ἐπὶ σώματος· ἡ μὲν προτέρα καὶ πρεσβυτέρα· προσεχεστέρα γὰρ ἔστι τῷ πάντων δημιουργῷ· ἡ δὲ δευτέρα καὶ νεωτέρα· πορρωτέρω γὰρ ἔστι τῆς μιᾶς αἰτίας. ἔτι δὲ ἀρετὴ πάρεισι μὲν καὶ τῇ ψυχῇ, πάρεισι δὲ καὶ τῷ σώματι καὶ τῷ ὅλῳ ζῷῳ, ἀλλὰ θειοτέρα μὲν ἡ τῆς ψυχῆς, ὑφεμένη δὲ ἡ τοῦ σώματος, καὶ ἡ μὲν ἡγεμονικωτέρα καὶ ἐγγυτέρω τῶν τῆς νοητῆς ἀρετῆς ἐνιαίων αἰτίων, ἡ δὲ ἐπομένη καὶ πορρωτέρου ἐκείνων. δηλοῖ δὲ ἡ μὲν γένεσις τὴν πρόοδον, ἡ δὲ ἀρετὴ τὴν τελείωσιν καὶ τὴν ἐπιστροφὴν· ὧν τὸ μὲν ἐκ τῆς πηγαίας ψυχῆς, τὸ δὲ ἐκ τῆς πηγᾶς ἀρετῆς ὑπάρχει ταῖς ψυχαῖς. καὶ μὴν καὶ αὐτὸ τὸ πρῶτον καὶ πρεσβύ-