Ancient Greek
2.128.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.128.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34C] τερον ἔχει τινὰ πρὸς ἄλληλα διαφορὰν· ἔστι γὰρ τὸ μὲν πρότερον τάξεως μόνης σημαντικόν, τὸ δὲ πρεσβύτερον τῆς ὡς αἰτίου πρὸς αἰτιατὸν ὑπεροχῆς. οὐ πᾶν οὖν τὸ πρότερον καὶ πρεσβύτερον λέγοιτο ἂν, ἀλλὰ τὸ τῆς οὐσίας ἐξηγουμένον τοῖς δευτέροις. ἀμφότερα δὲ ἐπὶ τῆς ψυχῆς ἀληθῆ· καὶ γὰρ τὴν τάξιν ἔλαχε προτέραν, ἀδελφὴ τοῦ σώματος οὖσα κατὰ τὴν ἀπὸ τῆς μιᾶς δημιουργίας ἀμφοῖν πάροδον, καὶ γεννᾶ μετὰ τοῦ πατρὸς καὶ αὐτὴ τὸ σῶμα καὶ συνδιαχοσμεῖ· τὰ γὰρ πρῶτα προϊόντα συμπαραγεί ταῖς ἑαυτῶν αἰτίαις τὰ μετὰ ταῦτα. τί δὲ τὸ ὡς δεσπότιν καὶ ὡς ἄρχουσαν; ἀρ’ οὐκ ἀμφότερα ἐνδείκνυται, καὶ ὅτι χορηγεῖ τὰ ἀγαθὰ πᾶσιν ἡ ψυχὴ καὶ πᾶσαν πρόνοιαν ποιεῖται τοῦ σώματος, καὶ ὅτι σῴζει τὸ οἰκεῖον ἀγαθὸν ἀκέραιον; καὶ πῶς οὐχὶ ταῦτα δηλοῖ διὰ τούτων; ὁ μὲν γὰρ δεσπότης πρὸς τὸ οἰκεῖον ἀγαθὸν ἀεὶ τὰ τῶν διοικουμένων ἀναφέρει, ὁ δὲ ἄρχων τὸ τῶν ὑπηκόων ἀγαθὸν ὁρᾷ καὶ πρὸς ἐκεῖνο συντάττει πάντα. πρόσεται δὲ τῇ ψυχῇ διὰ μὲν τὸ ἑαυτῆς ἕνεκα πάντα ποιεῖν τὸ δεσποτικόν, διὰ δὲ τὸ πάντα πληροῦν ἀγαθῶν τὸ ἀρχικὸν ἰδίωμα· καὶ γὰρ τὸ προνοητικὸν αὐτῆς οὐκ ἐλαττοῦται διὰ τῆς πρὸς τὸ οἰκεῖον ἀγαθὸν ἐπάντων ἀναφορᾶς, καὶ τὸ ἀγαθὸν ἀνεξάλειπτον μένει τῆς προνοίας ἐπιτελουμένης. καὶ ἄλλως ἐστὶν ἄρχουσα καὶ δεσπότις· πρόεισι γὰρ καὶ ἀπὸ τῆς ἡγεμονικῆς ψυχῆς καὶ ἀπὸ τῆς πηγαίας. καὶ ἄλλως διότι μὲν οἶκος αὐτῆς τὸ πᾶν, καλεῖται δεσπότις, διότι δὲ ἄγει πάντα ταῖς ἑαυτῆς κινήσεσιν, ἀρχικὴν ἔχει δύναμιν, καὶ διότι μὲν ἐξουσιάζει τοῖς ὅλοις, δεσπότις ἐστί, διότι δὲ ἁρμονιοῖ πάντα πρὸς τὸ νοητόν, ἄρχει τοῦ παντός. εἰ δὲ οὕτως ὑπέστη τὴν ἀρχὴν ὡς δεσπότις καὶ ὡς ἄρχουσα, κατ’ οὐσίαν αὐτῇ ταῦτα, τὸ δεσποτικὸν λέγω καὶ τὸ ἀρχικόν· εἰ δὲ κατ’ οὐσίαν, ἀεὶ αὐτῇ παρῆν. καὶ εἰ μὲν δυνάμει μόνον, ἀτελὴς ἦν, ὁ μηδὲ θέμις εἰπεῖν· εἰ δὲ κατ’ ἐνέργειαν ἦν, καὶ τὸ ἀρχόμενον ἀεὶ ἦν καὶ