Ancient Greek
2.129.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.129.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34C 35A] 119 ἔκοσμεῖτο παρ’ αὐτῆς. αὐτὸ δὲ τὸ πᾶν εἰ οὕτως ἀπεγέννησεν, ὡς ἀρχόμενον ὑπὸ τῆς ψυχῆς, συνυφεστῆκει τῇ ψυχῇ· τὸ γὰρ ἀρχόμενον ἄμα τῷ ἀρχοντι συνέξευκται. δι’ ἀμφοτέρων ἄρα τὴν τε ἀιδιότητα τοῦ παντὸς ἀνευρίσκομεν καὶ ὅτι μὴ 5 κατὰ συμβεβηκὸς τῇ ψυχῇ τὸ ἀρχεῖν ἢ τὸ ἀρχεσθαι τῷ σώματι, καὶ αὐτὸ δὲ τὸ εἶναι παρήκται δεσπότις μὲν ἡ ψυχὴ τοῦ σώματος, ὑπήκοον δὲ τὸ σῶμα τῆς ψυχῆς. διὸ καὶ αὐτοφυῶς ἀλλήλοις συνάπτεται, καὶ τὸ τε σῶμα πρὸς με- 10 ουσίαν ἐγείρεται τῆς ψυχῆς καὶ ἡ ψυχὴ πρὸς τὴν ἐπιμέ- B λειαν τοῦ σώματος. ἔτι τὸ ἐκ τῶνδε καὶ τὸ τοιῶδε τρόπῳ τὰ τε γένη τὰ συστήσαντα τὴν ψυχὴν εἰς φῶς ἐξαγαγεῖν βούλεται καὶ τὸν τρόπον τῆς συγκράσεως αὐτῶν καὶ τοὺς λόγους, καθ’ οὓς τὸ κρῆμα διήρθηται· καὶ γὰρ τὸ σωματικὸν ἐκ τινων συνέστησε στοιχείων καὶ κατὰ τινα τρόπον, 15 ἀναλογίαν αὐτῶν τινα καὶ δεσμὸν φυσικὸν μηχανησάμενος. εἰ δὲ ἐκ τῶνδε καὶ τρόπῳ τοιῶδε παρήγαγεν ὁ θεὸς τὴν ψυχὴν, καὶ τὸ οἷον ὑποκείμενον αὐτῆς καὶ τὸ εἶδος ὑφίστησιν ὁ θεός. γελοῖον οὖν τὴν μὲν οὐσίαν αὐτῆς ἀγένητον λέγειν, εἴπερ ἐκ τούτων ὑπέστη στοιχείων, τὸ δὲ εἶδος γε- 20 νητὸν ἄμφω γὰρ παράγειν φησὶ [69A ss] τὸν θεόν, καὶ τὴν οἷον ὕλην τῆς ψυχῆς καὶ τὸν λόγον, καθ’ ὃν τοιῶσδε μεμόρφωται συνδεθεῖσα ταῖς μεσότησιν. εἰ δὲ καὶ τὰ οἷον στοιχεῖα αὐτῆς ἀπεγέννα, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ θάτερον, εἴτ’ ἐκ τούτων τὸ ὅλον, γεννητὸν ἐστι πᾶν τὸ οὐσιώδες αὐτῆς. 25 Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχουσης οὐσίας καὶ τῆς αὐ περὶ τὰ σώματα γινομένης μεριστῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐ- C σίας εἶδος [35A].