Ancient Greek
2.129.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.129.1-2
Unproofread scanNot analysed yet
ἔκοσμεῖτο παρ’ αὐτῆς. αὐτὸ δὲ τὸ πᾶν εἰ οὕτως ἀπεγένησεν, ὡς ἀρχόμενον ὑπὸ τῆς ψυχῆς, συνυφεστήκει τῇ ψυχῇ· τὸ γὰρ ἀρχόμενον ἅμα τῷ ἀρχοντι συνέξευκται. δι’ ἀμφοτέρων ἄρα τὴν τε ἀιδιότητα τοῦ παντὸς ἀνευρίσκομεν καὶ ὅτι μὴ κατὰ συμβεβηκὸς τῇ ψυχῇ τὸ ἄρχειν ἢ τὸ ἄρχεσθαι τῷ σώματι, κατ’ αὐτὸ δὲ τὸ εἶναι παρήκται δεσπότις μὲν ἡ ψυχὴ τοῦ σώματος, ὑπήκοον δὲ τὸ σῶμα τῆς ψυχῆς. διὸ καὶ αὐτοφυῶς ἀλλήλοις συνάπτεται, καὶ τὸ τε σῶμα πρὸς μετουσίαν ἐγείρεται τῆς ψυχῆς καὶ ἡ ψυχὴ πρὸς τὴν ἐπιμέλειαν τοῦ σώματος. ἔτι τὸ ἐκ τῶνδε καὶ τὸ τοιῶδε τρόπῳ τὰ τε γένη τὰ συστήσαντα τὴν ψυχὴν εἰς φῶς ἐξαγαγεῖν βούλεται καὶ τὸν τρόπον τῆς συγκράσεως αὐτῶν καὶ τοὺς λόγους, καθ’ οὓς τὸ κράμα διήρηται· καὶ γὰρ τὸ σωματικὸν ἐκ τινων συνέστησε στοιχείων καὶ κατὰ τινα τρόπον, ἀναλογίαν αὐτῶν τινα καὶ δεσμὸν φυσικὸν μηχανησάμενος. εἰ δὲ ἐκ τῶνδε καὶ τρόπῳ τοιῶδε παρήγαγεν ὁ θεὸς τὴν ψυχήν, καὶ τὸ οἷον ὑποκείμενον αὐτῆς καὶ τὸ εἶδος ὑφίστησιν ὁ θεός. γελοῖον οὖν τὴν μὲν οὐσίαν αὐτῆς ἀγέννητον λέγειν, εἴπερ ἐκ τοιῶνδε ὑπέστη στοιχείων, τὸ δὲ εἶδος γεννητόν· ἄμφω γὰρ παράγειν φησὶ [69 A ss] τὸν θεόν, καὶ τὴν οἷον ὕλην τῆς ψυχῆς καὶ τὸν λόγον, καθ’ ὃν τοιῶσδε μεμόρφωται συνδεθεῖσα ταῖς μεσότησιν. εἰ δὲ καὶ τὰ οἷον στοιχεῖα αὐτῆς ἀπεγέννα, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ θάτερον, εἴτ’ ἐκ τούτων τὸ ὅλον, γεννητὸν ἔστι πᾶν τὸ οὐσιώδες αὐτῆς.