Ancient Greek
2.129.2 to 2.129.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.129.2-3
Unproofread scanNot analysed yet
Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχούσης οὐσίας καὶ τῆς αὐ περὶ τὰ σώματα γινομένης μεριστῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος [35 A]. Πρῶτον εἰπεῖν χρή, διὰ ποίαν αἰτίαν ὁ Πλάτων γένεσιν παραδίδωσι τῆς ψυχῆς ἀγενήτου κατ’ αὐτὸν ὑπαρχούσης, ἔπειτα διελέσθαι τὴν ὅλην ψυχογονίαν κατὰ τρόπον, καὶ τρίτον ἐπιδεῖξαι τὴν μεσότητα τῆς ψυχῆς, τέταρτον περὶ τῶν γενῶν εἰπεῖν τούτων, ὧν τὰ τε ἄλλα καὶ τὴν ψυχὴν