Ancient Greek
2.134.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.134.1
Unproofread scanNot analysed yet
γνῶναι ῥάδιον καὶ τἆλλα ὅσα προβέβληται παντὶ, πῶς δὲ ἐκ τῶν ἔνδον σύγκειται μορίων καὶ τίνων καὶ τίνα λόγον ἔχοντων, ἰατρικῆς τε καὶ ἀνατομικῆς εἰδέναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὴν ψυχὴν κατὰ μὲν τὰς ὅλας αὐτῆς δυνάμεις οἷόν ἐστι διελθεῖν οὐ χαλεπόν, αὐτὴν δὲ τὴν οὐσίαν αὐτῆς ἀναπτύξαι καὶ μέχρι τῶν στοιχείων, ἐξ ὧν ὑφέστηκε, καὶ τοὺς παντοίους ἐν αὐτῇ θεωρῆσαι λόγους τῆς ἀκριβεστάτης ἔργον ἂν εἴη περὶ αὐτὴν θεωρίας. ὁ δὴ καὶ ὁ Πλάτων ποιεῖν ἐπιχειρεῖ, τὴν ψυχικὴν οὐσίαν οἷον ἀνατέμνων καὶ πᾶσαν αὐτὴν ἀπογυμνῶν τοῖς ἐπεσθαι δυνάμενοις. πρὸς μὲν οὖν τὸ πρῶτον, ὥσπερ εἴπομεν, διὰ τούτων ἀποκρινόμεθα τῶν ἐζητημένων· ὅτι γὰρ καὶ γεννητὴν εἰκότως λέγει τὴν οὐσίαν τῆς ψυχῆς, μᾶθοιμεν ἂν ἐννοήσαντες, ὅ,τὶ ποτε τὸ γεννητὸν ἔλεγεν καὶ ἐπὶ τοῦ σωματοειδοῦς, ὅτι τὸ ἀεὶ γεννώμενον καὶ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ἀεὶ δεχόμενον· τοιαύτη γὰρ καὶ ἡ ψυχή, τὴν ὅλην ἄπειρίαν τοῦ ὄντος ἅμα μὴ δυναμένη δέξασθαι· δηλοῖ γοῦν ζῶσα κατὰ μετάβασιν καὶ προβολὴν ἄλλων λόγων καὶ ἄλλων, οὐκ ἔχουσα τὴν ἄπειρον ζωὴν ἅμα πᾶσαν παρουσαν. ἀεὶ οὖν ἀνελίττουσα τὴν ἑαυτῆς ζωὴν δῆλον ὅτι καὶ τὴν οὐσίαν ἔχει γιγνομένην ἀεὶ καὶ οἷον ἀπειρουμένην, ἀλλ’ οὐκ οὖσαν ἄπειρον, δι’ ἣν ἀεὶ προσλαμβάνει ζωὴν οὐσιώδη καὶ αὐτὴν οὖσαν καὶ κατὰ φύσιν αὐτῇ πάντως· τὸ γὰρ ἑκάστου τελεσιουργὸν πάντως κατὰ φύσιν. ἀλλὰ μὴν εἰ αὐτοκίνητός ἐστιν, ὡς ἔρει προϊὼν [37A] ὁ Τίμαιος, ἑαυτῇ τῆς οὐσιώδους ἐστὶν αἰτία ζωῆς καὶ ἥν ἔχει ζωὴν οὐσιώδη, ὅλην ἅμα ἔχει ἑαυτῇ διδοῦσα· ταύτη ἅμα καὶ ἀγέννητός ἐστι καὶ γεννητή, δι’ ἣν μὲν ἀεὶ ἔχει οὐσίαν καὶ ζωήν, ἀείζωος οὖσα καὶ ἀεὶ οὖσα, δι’ ἣν δὲ ἀεὶ δέχεται, γιγνομένη ἀεὶ καὶ οὐσία καὶ ζωή, διχόθεν οὖσα, καὶ ἀφ’ ἑαυτῆς καὶ ἀπὸ τῶν πρὸ αὐτῆς, καὶ δι’ ἑαυτὴν μὲν ἀεὶ οὖσα, διὰ δὲ τὰ πρὸ αὐτῆς ἀεὶ γιγνομένη,