Ancient Greek
2.135.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.135.1-2
Unproofread scanNot analysed yet
μᾶλλον δὲ διὰ τὰ πρὸ αὐτῆς ἄμφω ἔχοντα, καὶ εἶναι ὁ ἐστι καὶ γίνεσθαι, δι’ ἑαυτὴν δὲ ὕστερον μόνον· τὸ γὰρ ἀεὶ τι προσλαμβάνειν ἀπ’ ἐκείνων ἔχει μόνων, ὀρθῶς καὶ τοῦ 178 Ἀριστοτέλους εἰπόντος, ὅτι οὐδὲν ἐστιν ἑαυτῷ αἴτιον, οὐδὲ κατὰ χρόνον [ὃν] ἔχει, ἀλλ’ οὐκ αἰωνίως, ἵνα μὴ τὸ αἴτιον ὀφείλον εἶναι τοῦ αἰτιατοῦ πρότερον ἄμα ἢ τῷ γιγνομένῳ. χρόνος οὖν ἄμα καὶ αἰὼν περὶ ψυχὴν, ὡς ἀγέννητον αἰῶν, ὡς γεννητὸν χρόνος, διὸ πῆ αἰωνίόν ἐστιν ὡς ἀνώλεθρον, ἀλλ’ οὐχ ἁπλῶς αἰώνιος, ὡς εἴρηται ἐν Νόμοις [X 904A].