Ancient Greek
2.134.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.134.2
Unproofread scanNot analysed yet
γνῶναι ῥάδιον καὶ τὰλλα ὅσα προβέβληται παντὶ, πῶς δὲ ἐκ τῶν ἔνδον σύγκειται μορίων καὶ τίνων καὶ τίνα λόγον ἔχοντων, ἰατρικῆς τε καὶ ἀνατομικῆς εἰδέναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὴν ψυχὴν κατὰ μὲν τὰς ὅλας αὐτῆς δυνάμεις οἷον ἐστι διελθεῖν οὐ χαλεπόν, αὐτὴν δὲ τὴν οὐσίαν αὐτῆς ἀναπτύξαι καὶ μέχρι τῶν στοιχείων, ἐξ ὧν ὑφέστηκε, καὶ τοὺς παντοῖους ἐν αὐτῇ θεωρῆσαι λόγους τῆς ἀκριβεστάτης ἔργον ἂν εἴη περὶ αὐτὴν θεωρίας. ὅ δὴ καὶ ὁ Πλάτων ποιεῖν ἐπιχειρεῖ, τὴν ψυχικὴν οὐσίαν οἷον ἀνατέμνων καὶ πᾶσαν αὐτὴν ἀπογυμνῶν τοῖς ἐπεσθαι δυνάμενοις. πρὸς μὲν οὖν τὸ πρῶτον, ὡςπερ εἴπομεν, διὰ τούτων ἀποκρινόμεθα τῶν ἐξητημένων· ὅτι γὰρ καὶ γεννητὴν εἰκότως λέγει τὴν οὐσίαν τῆς ψυχῆς, μάθοιμεν ἂν ἐννοήσαντες, ὅτι ποτε τὸ γεννητὸν ἔλεγεν καὶ ἐπὶ τοῦ σωματοειδοῦς, ὅτι τὸ ἀεὶ γεννώμενον καὶ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ἀεὶ δεχομενον· τοιαύτη γὰρ καὶ ἡ ψυχή, τὴν ὅλην ἀπειρίαν τοῦ ὄντος ἄμα μὴ δυναμένη δέξασθαι· δηλοὶ γοῦν ὅσα κατὰ μετάβασιν καὶ προβολὴν ἄλλων λόγων καὶ ἄλλων, οὐκ ἔχουσα τὴν ἄπειρον ζωὴν ἄμα πᾶσαν παροῦσαν. ἀεὶ οὖν ἀνελίττουσα τὴν ἑαυτῆς ζωὴν δῆλον ὅτι καὶ τὴν οὐσίαν ἔχει γιγνομένην ἀεὶ καὶ οἷον ἀπειρουμένην, ἀλλ’ οὐχ οὖσαν ἄπειρον, δι’ ἣν ἀεὶ προσλαμβάνει ζωὴν οὐσιώδη καὶ αὐτὴν οὖσαν καὶ κατὰ φύσιν αὐτῇ πάντως· τὸ γὰρ ἕκαστον τελεσιουργὸν πάντως κατὰ φύσιν. ἀλλὰ μὴν εἰ αὐτοκίνητός ἐστιν, ὡς ἐρεῖ προιῶν [37A] ὁ Τίμαιος, ἑαυτῇ τῆς οὐσιώδους ἐστὶν αἰτία ζωῆς καὶ ἣν ἔχει ζωὴν οὐσιώδη, ὅλην ἄμα ἔχει ἑαυτῇ διδούσα· ταύτῃ ἄμα καὶ ἀγέννητός ἐστι καὶ γεννητή, δι’ ἣν μὲν ἀεὶ ἔχει οὐσίαν καὶ ζωήν, ἀείζωος οὖσα καὶ ἀεὶ οὖσα, δι’ ἣν δὲ ἀεὶ δέχεται, γιγνομένη ἀεὶ καὶ οὐσία καὶ ζωή, διχοθεν οὖσα, καὶ ἀφ’ ἑαυτῆς καὶ ἀπὸ τῶν πρὸ αὐτῆς, καὶ δι’ ἑαυτὴν μὲν ἀεὶ οὖσα, διὰ δὲ τὰ πρὸ αὐτῆς ἀεὶ γιγνομένη,