Ancient Greek
2.135.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.135.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] μᾶλλον δὲ διὰ τὰ πρὸ αὐτῆς ἄμφω ἔχοντα, καὶ εἶναι ὃ ἐστι καὶ γίνεσθαι, δι’ ἑαυτὴν δὲ ὕστερον μόνον· τὸ γὰρ ἀεὶ τι προσλαμβάνειν ἀπ’ ἐκείνων ἔχει μόνων, ὀρθῶς καὶ τοῦ 178 Ἀριστοτέλους εἰπόντος, ὅτι οὐδὲν ἐστιν ἑαυτῷ αἴτιον, οὐδὲ 5 κατὰ χρόνον [ὅν] ἔχει, ἀλλ’ οὐκ αἰωνίως, ἵνα μὴ τὸ αἴτιον ὀφείλων εἶναι τοῦ αἰτιατοῦ πρότερον ἄμα ἢ τῷ γιγνομένῳ. χρόνος οὖν ἄμα καὶ αἰὼν περὶ ψυχὴν, ὡς ἀγέννητον αἰῶν, ὡς γεννητὸν χρόνος, διὸ πῇ αἰώνιον ἐστιν ὡς ἀνώλεθρον, ἀλλ’ οὐχ ἁπλῶς αἰώνιος, ὡς εἴρηται ἐν Νόμοις [X 904A]. 10 Δεύτερον ἢν τὸ διελέσθαι τὴν ὅλην ψυχογονίαν κατὰ τρόπον. τοῦτο οὖν μετὰ ταῦτα ποιῶμεν, ἀπὸ τῶν πραγμάτων πάλιν τὴν ἀρχὴν λαβόντες. ἐστι τοίνυν ἐν ἐκάστῃ φύσει τὸ μὲν οὐσία, τὸ δὲ δύναμις, τὸ δὲ ἐνέργεια· καὶ γὰρ τοῦ πυρὸς ἄλλη μὲν ἡ οὐσία, καθ’ ἣν τῷ πυρὶ τὸ εἶναι 15 πυρὶ πρόσestin, ἄλλη δὲ ἡ δύναμις, ἄλλη δὲ ἡ ἐνέργεια· καὶ γὰρ τὰ μὲν ξηραίνει, τὰ δὲ θερμαίνει, τὰ δὲ ἄλλως πως μεταβάλλει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. δεῖ δὴ οὖν καὶ τῆς ψυχῆς ἄλλην μὲν εἶναι τὴν οὐσίαν, ἄλλην δὲ τὴν δύναμιν, ἄλλην δὲ τὴν ἐνέργειαν, καὶ τὸν πᾶσαν αὐτὴν ἐλεῖν 20 καὶ θεωρῆσαι βουλόμενον χωρὶ περὶ ἀπάντων εἰπεῖν. ἔσται B ἄρα καὶ τῆς ψυχογονίας τρία πρῶτα κεφάλαια, τὸ μὲν περὶ οὐσίας αὐτῆς, τὸ δὲ περὶ δυνάμεως, τὸ δὲ περὶ ἐνεργείας· αὕτη γὰρ τελεία τῶν προκειμένων ἐπίσκεψις. ἀλλὰ τὴν οὐσίαν τὴν ψυχικὴν τριφυῆ τινὰ ὁρῶμεν· ἄλλη γὰρ ἐστιν 25 αὕτη ἢ ὑπαρξις αὐτῆς καὶ ἄλλη ἢ ἁρμονία ἢ ἐν αὐτῇ, καθ’ ἣν τὸ οὐσιώδες αὐτῆς συνέχεται πλήθος, οὔτε μᾶς οὐσης οὐσίας, ὡς ὁ νοῦς, οὔτε εἰς ἄπειρα διαιρουμένης, ὡς τὸ σῶμα μετ’ αὐτήν, ἀλλ’ εἰς πλείω μὲν ἑνὸς οὐσιώδη μέρη, ἐξ ὧν ἐστι, πεπερασμένα δὲ κατ’ ἀριθμόν, ὧν πλείω εἶναι 30 μέρη ψυχῆς ἀδύνατον μηκέτι διαιρετῶν ὄντων εἰς ἄλλα τῶν