Ancient Greek
2.141.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.141.1-2
Unproofread scanNot analysed yet
αὐτῆς· πῶς γὰρ ἀγέννητον τὸ ὂν ἢ τῷ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ὅλην ἅμα παρουσαν ἔχειν; πῶς δὲ τὸ σῶμα γεννητὸν ἢ τῷ ἀεὶ ἐπιναιομένην ἔχειν τὴν ἄπειρον δύναμιν, ὅλην ἅμα δέξασθαι μὴ δυνάμενον; ἢ τοίνυν ψυχὴ ὡς μὲν ἀσώματος καθ’ ἑαυτὴν ἄπειρον ἔχει τοῦ εἶναι δύναμιν, καθ’ ὅλην ἑαυτὴν οὐ γινομένη, ἀλλ’ οὔσα ἀθάνατος, κατὰ δὲ τὰ μέρη ἀεὶ γίνεται ἐπ’ ἄπειρον. εἰ γὰρ εἴη καὶ κατὰ ταῦτα τὴν αὐτὴν ἀπειρίαν ὅλην ἔχουσα παρουσαν, ἔσται τοῦ ὅλου καὶ τοῦ μέρους ἡ αὐτὴ ἀπειρία, τοῦ τελείου καὶ τοῦ ἀτελοῦς, τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ μὴν οὔδὲ τὸ ὅλον αὐτῆς δυνατόν γιγνόμενον ἀεὶ εἶναι, τὸ δὲ μέρος ἀεὶ ὂν, ἵνα μὴ τὸ μέρος ἢ τοῦ ὅλου κρεῖττον. ἀνάπαλιν ἄρα τὸ μὲν ἐστιν ὂν ἄπειρον, τὸ δὲ γιγνόμενον· ὥστε ἡ ὑπόστασις αὐτῆς καὶ ἐστιν ἀπειροδύναμος καὶ γίνεται ἐπ’ ἄπειρον, καὶ οὕτω δὴ ἅμα καὶ τοῦ ὄντος μετέχει καὶ πρώτη τῶν γιγνομένων ἐστί, τοῦ σώματος καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν ἐν γενέσει ὄντος. οὐκ ἄρα ἐξαρκεῖ τὸ λέγειν γεννητὴν αὐτὴν τῷ μεριστῶς ἐνεργεῖν, ἀλλ’ ὁρᾷν, πῶς καὶ ἐν τῷ εἶναι τοῦτο προϋπάρχει τῆς ψυχῆς· πᾶσα γὰρ ἐνέργεια κατὰ φύσιν ἔχει τὴν οὐσίαν προλαβοῦσαν τὴν αἰτίαν τῆς ἐνεργείας, ὥστε καὶ ἡ ψυχὴ τῆς κατὰ χρόνον ζωῆς ἐν τῇ οὐσίᾳ προεῖληφε τὸ σπέρμα πάσης οὔσης ψυχῆς κοινῆς· δεῖ γὰρ καὶ γίνεσθαι αὐτήν, οὐκ εἶναι μόνον. ἀλλ’ εἰ τοῦτο, ἐπειδή τὸ εἶναι κατὰ τὸ ὅλον ἔχει, τὸ γίγνεσθαι ἐν τοῖς μέρεσιν ἔχει. καὶ ὅπως τοῦτο ἀληθές, δεδείχαμεν.