Ancient Greek
2.141.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.141.2
Unproofread scanNot analysed yet
Περὶ μὲν οὖν τῆς μεσότητος τῆς ψυχῆς τοσαῦτα ἀπόρρη. καὶ δὴ καὶ κείσθω χωρὶς μὲν τὸ νοητὸν πλάτος, χωρὶς δὲ τὸ ψυχικὸν πλήθος, χωρὶς δὲ ἡ αἰσθητὴ φύσις, καὶ ἀνηρητήσθω τὰ μὲν ἔσχατα εἰς τὰ μέσα, ταῦτα δὲ εἰς τὰ πρώτα, καὶ εἰς ἔστω σύνδεσμος τῶν ὄντων ὁ ἐν αὐτοῖς ὤν, ἡ ψυχή· συνδεῖ γὰρ καὶ τὸ ἐν τὰ πάντα, ἀλλ’ ἐξηρημένως (πάντα γὰρ ἤνωται ἀλλήλοις <ὡς> ὁμόγονα καὶ ὡς ἐκ μιᾶς αἰτίας ὄντα καὶ ὡς πρὸς ἕν ἐφετὸν ἀνατεταμένα), συνδεῖ δὲ καὶ ἡ ψυχή, ἀλλ’ ὡς ἐν αὐτοῖς οὔσα, καὶ ὡς ἐν τῇ ἀναλογίᾳ τὸ