Ancient Greek
2.145.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.145.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] 135 και νοητὰ κατὰ τὴν στάσιν, τὰ δὲ νοερὰ κατὰ τὴν κίνησιν, και ψυχαὶ μὲν κατὰ τὸ ταυτόν, σώματα δὲ κατὰ τὸ ἕτερον· εἰ δὲ τὴν ζωὴν κίνησιν λέγομεν, τὴν δὲ νόησιν τὴν ἀμετάβλητον στάσιν, τὰ μὲν νοητὰ πάλιν χαρακτηρίζεται κατὰ τὸ 5 οὐσιώδες, τὰ δὲ νοητὰ καὶ νοερὰ ζωαὶ ὄντα κατὰ τὴν κίνησιν, τὰ δὲ νοερὰ ἐν νῷ οὐσιωμένα κατὰ τὴν στάσιν (καὶ γὰρ τοῖς ἐγκοσμίους τὸ ἕστάναι παρὰ νοῦ), τὰ δὲ ψυχικὰ κατὰ τὸ ταυτόν, διότι τὸν σύνδεσμον κατέχει τῶν ἀμερῶν καὶ μεριστῶν, τὰ δὲ σωματικὰ κατὰ τὸ ἕτερον· ἐν γὰρ τού- 10 τοις μεριστοῖς οὐσι τὸ νεῖκος. πέντε δὲ ἦν ταῦτα ἀλλήλοις ἐξῆς, ὧν, ζωή, νοῦς, ψυχή, σῶμα, διότι καὶ τὰ γένη πέντε τὰ ὅλα πρὸ τῶν εἰδῶν. τοσαῦτα καὶ περὶ τῶν γενῶν καθόλου ῥητέον, προσθέντας τοσοῦτον μόνον, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ στοιχεῖα καλοῦσι, γένη μὲν τὰ πρῶτα τῶν δευτέ- 15 ρων (αὐτὰ γὰρ ἀνελάττωτα μένοντα καὶ ἐξηρημένα τῶν μερικῶν ὑφίστησιν αὐτά), στοιχεῖα δὲ ἕκαστα ἑκάστων, ἐξ ὧν τὸ ὅλον· τὰ γὰρ ἐν τῷ δημιουργῷ γένῃ συμπληροῖ μὲν τὸ ὅν τὸ δημιουργικὸν καὶ ἐστιν αὐτοῦ στοιχεῖα, γένῃ δὲ ἐστι πάντων τῶν ἐν τοῖς νοῦς τοῖς ἀπ’ αὐτοῦ καὶ τῶν ἐν ψυχαῖς 20 καὶ τῶν ἐν σώματι γενῶν.