Ancient Greek
2.145.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.145.3
Unproofread scanNot analysed yet
Μετίωμεν οὖν ἐπὶ τὸ πέμπτον, εἰ βούλει, καὶ σκεφώμεθα, πῶς καὶ ἐν ταῖς ψυχαῖς τὰ γένη ταῦτα, καὶ διὰ τί αὐτὰ παρέλαβεν ὁ Πλάτων. ἐπειδή τοίνυν δέδεικται, ὅτι ἡ ψυχὴ μέση τῶν ὄντων καὶ τῶν οὐκ ὄντων ἐστὶ καὶ πάντα 25 γινώσκει τὰ ὄντα, τὰ τε νοητὰ καὶ τὰ αἰσθητά, εἴτε κατὰ τοὺς αὐτοὺς λόγους εἴτε κατὰ διαφόρους, ὥσπερ τινες εἰρήκασιν, ἀναγκαῖον ἦν τὴν οὐσίαν αὐτῆς ἐκ τῶν τοῦ ὄντος προεληλυθέναι γενῶν· εἰ γὰρ μὴ ἐκ τούτων, ἀλλ’ ἐξ ἄλλων τινῶν, οὐ πάντα γινώσκειν οἷα τε ἂν ἦν οὐδὲ πᾶσιν ἐπι- 30 βάλλειν. ὥσπερ οὖν ἄνθρωπον γινώσκει κατὰ τὸν ἐν αὐτῇ τοῦ ἀνθρώπου λόγον καὶ δαίμονα κατὰ τὸ τοῦ δαίμονος εἶδος, οὕτω καὶ τὸ ὅν αὐτὸ κατὰ τὴν τοῦ ὄντος ἐν αὐτῇ μετουσίαν ***καὶ ἑτερότητα κατὰ τὴν ἑτερότητα· ὥστε πάντα