Ancient Greek
2.148.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.148.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] ἡ ταυτότης καὶ ἡ ἑτερότης ἐξ ἀμφοῖν, ἀνάγκη καὶ ἐπὶ τούτων ἢ τὸ πέρας κρατεῖν ἢ τὸ ἄπειρον ἢ ἐξιοᾶζειν, καὶ οὕτως ἢ τὴν ἀμέριστον ταυτότητα καὶ ἑτερότητα ἀποτελεῖσθαι ἢ τὴν μεριστὴν ἢ τὴν μέσων· οὕτω δὲ καὶ στάσιν καὶ κίνησιν, ἑκατέραν ἐξ ἀμφοτέρων οὖσαν, ἢ ἀμέριστον εἶναι ἢ 5 μεριστὴν ἢ μέσων· καὶ γὰρ ὑπαρξὶς πᾶσα καὶ δύναμις καὶ ἐνέργεια ἐξ ἀμφοῖν καὶ ἢ περατοειδὴς ἢ ἀπειροειδὴς ἢ οὕδὲν μᾶλλον τούτων θάτερον. διὸ τὸ μὲν νοερόν πᾶν πέρας εἶναι λέγεται καὶ οὕτω ταυτόν, ὅς εἰ καὶ ἔστιν ἑτερότης ἐν αὐτῷ ζητεῖσθαι, καὶ οὕτως ἐστός, ὥστε εἰ καὶ κίνησις ἔστι 10 νοερὰ ἀπορεῖσθαι· τὸ δὲ σωματοειδὲς τῇ ἀπειρίᾳ φίλον καὶ τῇ ἑτερότητι καὶ τῇ κινήσει, τὰς δὲ ψυχὰς καὶ τὸ πλήθος ὁμοῦ συνεκφαίνειν καὶ τὴν ἔνασιν καὶ τὸ ἐστὸς καὶ τὸ κινούμενον· καὶ γὰρ ἡ μὲν οὐσία ἢ ἐκεῖ μία καθ’ ἕκαστον τοῦν, ἡ δὲ ἐν τῇ ψυχῇ μία καὶ οὐ μία καθ’ ἕκαστην· πολ- 15 λαὶ γὰρ αἱ οὐσίαι κατὰ πᾶσαν ψυχὴν καὶ τοσαῦται, ὅσαι αἱ μοῖραι, εἰς ἑκάστη[ν] διῆρτηται, ὥσπερ σῶμα πᾶν μεριστὸν ὃν εἰς ἄπειρα διῆρτηται τῶν ψυχῶν διηρημένων εἰς πεπερασμένα καὶ οὕτως, ὡς ὁ ἀριθμὸς εἰς μονάδας, ὀθεν καὶ ἀριθμὸν αὐτὴν τινες ἠξίουν καλεῖν, ὡς μεριστὴν μὲν, 20 εἰς ἀμερῆ δὲ καὶ οὐκ εἰς ἀεὶ διαιρετά. διὸ καὶ τὸ ἀμέριστον αὐτῆς διττόν, καὶ κατὰ τὸ οἷον ὅλον καὶ κατὰ τὰ ἔσχατα τῶν μερῶν. ἐπεὶ καὶ ἕκαστος ἀριθμὸς κατὰ τὸ οἰκεῖον εἶδος εἰς ἔστι καὶ ἀμερῆς, κατὰ δὲ τὴν οἷον ὅλην μεριστός, καὶ οὐδὲ ταύτην πᾶσαν, ἀλλὰ τὸ ἔσχατον καὶ ἐν ταύτῃ ἀμερὲς, 25 εἰς ὃ καὶ ἡ κατάληξις. εἰ δὲ βούλει, καὶ κατ’ ἄλλον τρόπον· τριῶν ὄντων τῶν μέσων γενῶν τούτων, ὅταν μὲν ἡ οὐσία ταυτοῦ καὶ ἑτέρου κρατήσῃ, κατὰ τὴν κράσιν τῶν μέσων γίνεσθαι ψυχὴν θείαν· καὶ τὸ πλεῖον ἐν τῇ ἐπικρατείᾳ καὶ ἕλασσον ποιεῖ τὸ πλάτος τῶν θείων ψυχῶν· ὅταν 30