Ancient Greek
2.149.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.149.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] δὲ τὸ ταυτὸν ἄμα καὶ ἡ οὐσία τοῦ λοιποῦ, τὴν ἀγγελικὴν, ὅταν δὲ μόνον τὸ ταυτὸν, τὴν δαιμονίαν, ὅταν δὲ τὸ ταυτὸν καὶ ἕτερον ἄμα τῆς οὐσίας, τὴν ἡρωϊκὴν, ὅταν δὲ τὸ ἕτερον μόνον, τὴν ἀνθρωπίνην· τὰ γὰρ ἄκρα τοῦ μέσου κρατεῖν ἀδύνατον, ὅτι μηδὲ συνάπτεται ἀλλήλοις ἐκεῖνον χωρὶς, καθ’ ἑκάστην δὲ τῶν μίξεων τὸ πλεῖον καὶ ἧσσον τῶν κρατούντων ποιήσει τὸ πλάτος τῶν ψυχῶν. ἀλλὰ ταῦτα ἐν ἄλλοις διὰ πλειόνων ἐξητάσται. Ὑπόλοιπον δὴ σὺν μετὰ ταῦτα τὸ ἀμέριστον τῆς οὐσίας εἶδος καὶ τὸ μεριστὸν ὅ,τὶ ποτὲ ἐστὶ διελθεῖν· καὶ γὰρ τῶν πρεσβυτέρων οἱ μὲν ἄλλως, οἱ δὲ ἄλλως ἠνέχθησαν. ζητέον δὴ περὶ τούτων πρῶτον μὲν ὀλιγοχρῶς ὡς τύπῳ εἰπεῖν, ἔπειτα προσεχέστερον τοῖς προκειμένοις· δυνατόν γὰρ ἀμφοτέρως. οὖκοῦν ἀμέριστον μὲν οὐσίαν φῶμεν τὴν νοητὴν πᾶσαν καὶ τὴν νοερὰν τὴν τε ὁλικὴν καὶ τὴν μερικὴν τὴν τε ἄυλον καὶ χωριστὴν καὶ πρὸ αἰῶνος ἢ ἐν αἰῶνι ὄσαν, μεριστὴν δὲ πᾶσαν τὴν περὶ τὰ σώματα προύσαν, εἴτε ζωὰς περιχορμίουσ εἴτε φύσεις τὰς κατ’ αὐτῶν δυνούσας τῶν ὀγκῶν εἴτε λόγους φυσικοὺς διαιρουμένους περὶ τὴν ὑποιον σωματότητα· πάντα γὰρ ταῦτα περὶ σώματα ἐστὶ μεριστά, τὰ μὲν ἐν τοῖς τοιούσδε σώμασιν ὑφεστῶτα καὶ ἐν ὑποκειμένῳ ὄντα, τὰ δὲ οὐσιώδη μὲν ὑπάρχοντα καὶ ζωῆς εἴδη, σωμάτων δὲ ἀχώριστα, καθάπερ ἡ φύσις, τὰ δὲ μεριζόμενα μὲν, συνάγοντα δὲ εἰς ἀμέρειαν ἑαυτά, καθάπερ ἡ αἴσθησις. καὶ εἰ βούλει λέγειν, τριπλὴν μὲν λέγε τὴν ἀμέριστον οὐσίαν, τὴν κατὰ τὸ εἶναι, τὴν κατὰ τὸ ζῆν, τὴν κατὰ τὸ νοεῖν, τριπλὴν δὲ τὴν περὶ τοῖς σώμασι μεριστὴν· ἀντὶ μὲν τῆς κατὰ τὸ νοεῖν τὴν κατὰ τὸ αἰσθάνεσθαι, ἀντὶ δὲ τῆς κατὰ τὸ ζῆν τὴν κατὰ φύσιν, ἀντὶ δὲ τῆς κατὰ τὸ εἶναι τὴν κατὰ τὰ εἴδη τὰ μεριζόμενα περὶ τοὺς ὀγκοὺς τῶν σωμάτων· τὰ γὰρ τρία τῶν τριῶν εἰκόνες, ἀνάπαλιν ἐκεῖνοις ἔχοντα κατὰ τὴν πρὸς ἀλλήλα τάξιν, τούτων δὲ τὰ μέσα τὸ εἶναι, τὸ ζῆν, τὸ νοεῖν ἐν ψυχαῖς, τὴν μὲν τάξιν φυλάττοντα τῶν πρὸ αὐτῶν διὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, τὸν δὲ μερισμὸν