Ancient Greek
2.148.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.148.1-2
Unproofread scanNot analysed yet
ἡ ταυτότης καὶ ἡ ἑτερότης ἐξ ἀμφοῖν, ἀνάγκη καὶ ἐπὶ τούτων ἢ τὸ πέρας κρατεῖν ἢ τὸ ἄπειρον ἢ ἐξισάζειν, καὶ οὕτως ἢ τὴν ἀμέριστον ταυτότητα καὶ ἑτερότητα ἀποτελεῖσθαι ἢ τὴν μεριστὴν ἢ τὴν μέσην· οὕτω δὲ καὶ στάσιν καὶ κίνησιν, ἑκατέραν ἐξ ἀμφοτέρων οὖσαν, ἢ ἀμέριστον εἶναι ἢ μεριστὴν ἢ μέσην· καὶ γὰρ ὑπαρξὶς πᾶσα καὶ δύναμις καὶ ἐνέργεια ἐξ ἀμφοῖν καὶ ἡ περατοειδὴς ἢ ἀπειροειδὴς ἢ οὐδὲν μᾶλλον τούτων θάτερον. διὸ τὸ μὲν νοερὸν πᾶν πέρας εἶναι λέγεται καὶ οὕτω ταυτόν, ὡς εἰ καὶ ἔστιν ἑτερότης ἐν αὐτῷ ζητεῖσθαι, καὶ οὕτως ἔστός, ὥστε εἰ καὶ κίνησις ἔστι νοερὰ ἀπορεῖσθαι· τὸ δὲ σωματοειδὲς τῇ ἀπειρίᾳ φίλον καὶ τῇ ἑτερότητι καὶ τῇ κινήσει, τὰς δὲ ψυχὰς καὶ τὸ πλήθος ὁμοῦ συνεκφαίνειν καὶ τὴν ἕνωσιν καὶ τὸ ἑστὸς καὶ τὸ κινούμενον· καὶ γὰρ ἡ μὲν οὐσία ἡ ἐκεῖ μία καθ’ ἕκαστον νοῦν, ἡ δὲ ἐν τῇ ψυχῇ μία καὶ οὐ μία καθ’ ἑκάστην· πολλαὶ γὰρ αἱ οὐσίαι κατὰ πᾶσαν ψυχὴν καὶ τοσαῦται, ὅσαι αἱ μοῖραι, εἰς <ὡς> ἑκάστη[ν] διῆρται, ὥσπερ σῶμα πᾶν μεριστὸν ὄν εἰς ἄπειρα διῆρται τῶν ψυχῶν διηρημένων εἰς πεπερασμένα καὶ οὕτως, ὡς ὁ ἀριθμὸς εἰς μονάδας, ὅθεν καὶ ἀριθμὸν αὐτὴν τινες ἡξίουν καλεῖν, ὡς μεριστὴν μὲν, εἰς ἀμερῆ δὲ καὶ οὐκ εἰς ἀεὶ διαιρετά. διὸ καὶ τὸ ἀμέριστον αὐτῆς διττόν, καὶ κατὰ τὸ οἷον ὅλον καὶ κατὰ τὰ ἔσχατα τῶν μερῶν. ἐπεὶ καὶ ἕκαστος ἀριθμὸς κατὰ τὸ οἰκεῖον εἶδος εἷς ἐστι καὶ ἀμερῆς, κατὰ δὲ τὴν οἷον ὕλην μεριστός, καὶ οὐδὲ ταύτην πᾶσαν, ἀλλὰ τὸ ἔσχατον καὶ ἐν ταύτῃ ἀμερῆς, εἰς ὃ καὶ ἡ κατάληξις. εἰ δὲ βούλει, καὶ κατ’ ἄλλον τρόπον· τριῶν ὄντων τῶν μέσων γενῶν τούτων, ὅταν μὲν ἡ οὐσία ταυτοῦ καὶ ἑτέρου κρατήσῃ, κατὰ τὴν κράσιν τῶν μέσων γίνεσθαι ψυχὴν θείαν· καὶ τὸ πλέον ἐν τῇ ἐπικρατείᾳ καὶ ἔλασσον ποιεῖ τὸ πλάτος τῶν θείων ψυχῶν· ὅταν