Ancient Greek
2.149.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.149.1-2
Unproofread scanNot analysed yet
δὲ τὸ ταυτὸν ἅμα καὶ ἡ οὐσία τοῦ λοιποῦ, τὴν ἀγγελικὴν, ὅταν δὲ μόνον τὸ ταυτόν, τὴν δαιμονίαν, ὅταν δὲ τὸ ταυτὸν καὶ ἕτερον ἅμα τῆς οὐσίας, τὴν ἡρωϊκήν, ὅταν δὲ τὸ ἕτερον μόνον, τὴν ἀνθρωπίνην· τὰ γὰρ ἄκρα τοῦ μέσου κρατεῖν ἀδύνατον, ὅτι μηδὲ συνάπτεται ἀλλήλοις ἐκεῖνον χωρὶς, καθ’ ἑκάστην δὲ τῶν μίξεων τὸ πλέον καὶ ἕλασσον τῶν κρατούντων ποιήσει τὸ πλάτος τῶν ψυχῶν. ἀλλὰ ταῦτα ἐν ἄλλοις διὰ πλειόνων ἐξητάσται.