Ancient Greek
2.149.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.149.2
Unproofread scanNot analysed yet
ὑπόλοιπον δὴ οὖν μετὰ ταῦτα τὸ ἀμέριστον τῆς οὐσίας εἶδος καὶ τὸ μεριστὸν ὅ,τι ποτὲ ἐστὶ διελθεῖν· καὶ γὰρ τῶν πρεσβυτέρων οἱ μὲν ἄλλως, οἱ δὲ ἄλλως ἠρέχθησαν. ὀφτέον δὴ περὶ τούτων πρῶτον μὲν ὁλοσχερῶς ὡς τύπῳ εἰπεῖν, ἔπειτα προσεχέστερον τοῖς προκειμένοις· δυνατόν γὰρ ἄμφοτέρως. οὖκοῦν ἀμέριστον μὲν οὐσίαν φῶμεν τὴν νοητὴν πᾶσαν καὶ τὴν νοερὰν τὴν τε ὀλικὴν καὶ τὴν μερικὴν τὴν τε ἄυλον καὶ χωριστὴν καὶ πρὸ αἰῶνος ἢ ἐν αἰῶνι οὖσαν, μεριστὴν δὲ πᾶσαν τὴν περὶ τὰ σώματα προιοῦσαν, εἴτε ζωὰς περικοσμίους εἴτε φύσεις τὰς κατ’ αὐτῶν δυνούσας τῶν ὀγκῶν εἴτε λόγους φυσικοὺς διαιρουμένους περὶ τὴν ἄποιον σωματοτητα· πάντα γὰρ ταῦτα περὶ σώματά ἐστι μεριστά, τὰ μὲν ἐν τοῖς τοιούδε σώμασιν ὑφεστῶτα καὶ ἐν ὑποκειμένῳ ὄντα, τὰ δὲ οὐσιώδη μὲν ὑπάρχοντα καὶ ζωῆς εἴδη, σωμάτων δὲ ἄχωρίστα, καθάπερ ἡ φύσις, τὰ δὲ μεριζόμενα μὲν, συνάγοντα δὲ εἰς ἀμέρειαν ἑαυτά, καθάπερ ἡ αἴσθησις. καὶ εἰ βούλει λέγειν, τριπλὴν μὲν λέγε τὴν ἀμέριστον οὐσίαν, τὴν κατὰ τὸ εἶναι, τὴν κατὰ τὸ ζῆν, τὴν κατὰ τὸ νοεῖν, τριπλὴν δὲ τὴν περὶ τοῖς σώμασι μεριστὴν· ἀντὶ μὲν τῆς κατὰ τὸ νοεῖν τὴν κατὰ τὸ αἰσθάνεσθαι, ἀντὶ δὲ τῆς κατὰ τὸ ζῆν τὴν κατὰ φύσιν, ἀντὶ δὲ τῆς κατὰ τὸ εἶναι τὴν κατὰ τὰ εἴδη τὰ μεριζόμενα περὶ τοὺς ὀγκοὺς τῶν σωμάτων· τὰ γὰρ τρία τῶν τριῶν εἰκόνες, ἀνάπαλιν ἐκείνοις ἔχοντα κατὰ τὴν πρὸς ἀλλήλα τάξιν, τούτων δὲ τὰ μέσα τὸ εἶναι, τὸ ζῆν, τὸ νοεῖν ἐν ψυχαῖς, τὴν μὲν τάξιν φυλάττοντα τῶν πρὸ αὐτῶν διὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, τὸν δὲ μερισμὸν