Ancient Greek
2.150.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.150.1
Unproofread scanNot analysed yet
ἔχοντα συγγενῆ τοῖς μετὰ ταῦτα. τριχῇ δ’ οὖν πάντα διέλαμεν καὶ διελόντες οὕτως ἐν μέσῳ τάξομεν τὴν ψυχικὴν οὐσίαν τῆς τε ἀμερίστου καὶ τῆς μεριστῆς, ὡς εἰκόνα μὲν τῆς κρείττονος, παράδειγμα δὲ τῆς καταδεεστέρας, καὶ ὡς μένουσαν ἄμα καὶ προιοῦσαν καὶ ὡς ἀπλὴν καὶ σύνθετον 5 καὶ ὡς ἐξηρημένην τῆς σωματικῆς συστάσεως καὶ ὡς συντεταγμένην· κατὰ πάντα γὰρ αὐτῆς ταῦτα ἡ μεσότης προσήκουσα φαίνεται. καὶ οὕτω μὲν ὀλοσχερέστερον λεπτόν, πᾶσαν τὴν μεταξὺ τοῦ ἑνὸς οὐσίαν καὶ τῆς ψυχῆς ἀμέριστον τιθεμένους, πᾶσαν δὲ τὴν μεταξὺ ψυχῆς καὶ σωμάτων μεριστήν. 10