Ancient Greek
2.150.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.150.2
Unproofread scanNot analysed yet
Εἰ δὴ δεῖ προσεχέστερον ἀφορίσασθαι τὸ μεριστὸν καὶ ἀμέριστον, οὕτωσί ῥητέον· τὸ πᾶν τοῦτο συνέστησεν ὁ δημιουργὸς ζῶον ἐμψυχον ἐννοοῦν, κάλλιον ἤψωσάμενος τοῦ μὲν ἀψύχου τὸ ἐμψυχον, τοῦ δὲ ἀνοήτου τὸ νοερόν. ἔστιν 183 οὖν ἐν αὐτῷ ζωὴ σωματοειδής, καθ’ ἣν ζῶον ἐστι· δεσμοῖς 15 γὰρ ἐμψύχοις δεδεὸν ζῶον ἐγένετο· ἀλλ’ οὐχ αὐτὴ ἡ ψυχὴ συνανακέχραται τῷ σώματι· τοῦτο γὰρ ἀπέγνωκε καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης. ἔστι δὲ καὶ ψυχὴ θεία, καθ’ ἣν ἐμψυχον τὸ ὅλον, ἔχον μὲν συμφυᾶ ζωήν, ἔχον δὲ καὶ χωριστήν. ἔστι γε μὴν καὶ νοῦς ἄνυλος ἐν αὐτῷ καὶ θεῖος· 20 δεῖ γὰρ τὸν νοῦν οὐσιώδη τοῦτον λέγειν, ἀλλὰ μὴ τὸν ὡς ἐξὼν τῆς ψυχῆς· ἐκεῖνον γὰρ οὐχ ὁ δημιουργὸς ὑφίστασιν, ἀλλ’ ἡ ψυχὴ κατὰ τὴν περὶ τὸ νοητὸν ἑαυτῆς χορείαν, ὡς φησιν ἐν τοῖς ὕστερον [37 C] αὐτός. ὥστε τριπλὴν ζωὴν ἔχει τὸ πᾶν, τὴν σωματοειδῆ, τὴν ψυχικὴν, τὴν νοερὰν. 25 καὶ ἡ μὲν νοερὰ ἀμέριστός ἐστιν, ὡς αἰώνιος, ὡς ὁμοῦ πᾶν περιλαβοῦσα τὸ νοητόν, ὡς ἀκίνητος, ὡς ἠνωμένη κατ’ ἄρχαν ὑπεροχὴν τῶν δυνάμεων· ἡ δὲ σωματοειδὴς μεριστή, ὡς προιοῦσα περὶ τοὺς ὄγκους καὶ συνανακινοῦμένη τῷ σώματι καὶ δύνουσα κατὰ τῶν ὑποκειμένων· μέση δὲ ἡ ψυχική, 30 ταύτης μὲν ὑπερέχουσα τῷ χωριστῷ, τῷ περικαλύπτειν τὸν ὄγκον τοῦ σώματος ἐξωθεν, ὡς εἴρηται [34 B] καὶ ἐξηγήσεται [36 E] διὰ τῶν ἐπομένων, τῷ πρὸς νοῦν ἀνα-