Ancient Greek
2.155.31
Proclus Phil., In Platonis Timaeum Commentaria 2.155.31
Unproofread scanNot analysed yet
2 cf. I 245, 24 4 ἀνηρημένον P 5s λέγομεν M Q ἀριθμός, οὐ μέντοι πᾶς νοῦς, ἀλλ’ ὁ ἐγκόσμιος· οὗτος γάρ ἐστιν ἡ καρδία ἡ ἀμέριστος, ἐπειδὴ καὶ τούτου δημιουργὸς ἦν ὁ μεριζόμενος θεός. τὸν μὲν δὴ νοῦν ἀμέριστον οὐσίαν τοῦ Διονύσου καλεῖ, τὸ δὲ γόνιμον αὐτοῦ τὴν μεριστὴν αὐτὴν περὶ τὸ σῶμα ζῶην φυσικὴν οὖσαν καὶ σπερμάτων οἰστικὴν, ἣν καὶ τὴν Ἄρτεμιν φησι τῆς πάσης προεστῶσαν τῆς ἐν τῇ φύσει γεννήσεως καὶ μαιευομένην τοὺς φυσικοὺς λόγους ἄνωθεν διατείνειν ἄχρι τῶν ὑποχθονίων, δυναμοῦσαν αὐτῆς τὴν γόνιμον δύναμιν, τὸ δὲ λοιπὸν τοῦ θεοῦ σῶμα πᾶν τὴν ψυχικὴν σύστασιν, εἰς ἑπτὰ καὶ τοῦτο διηρημένον·