Ancient Greek
2.156.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.156.2
Unproofread scanNot analysed yet
ἑπτὰ δὲ πάντα μέρη πούρου διεμοιρήσαντο, φησὶν ὁ θεολόγος περὶ τῶν Τιτάνων, καθάπερ καὶ ὁ Τίμαιος εἰς ἑπτὰ διαιρεῖ μοῖρας αὐτήν. καὶ τάχα ἂν τὸ διὰ παντὸς τοῦ κόσμου τεταμένην εἶναι τὴν ψυχὴν τοῦ Τιτανικοῦ μερισμοῦ τοὺς Ὀρφικοὺς ἀναμιμνήσκοι, δι’ ὃν οὐ μόνον ἡ ψυχὴ περικαλύπτει τὸ πᾶν, ἀλλὰ καὶ τέταται δι’ αὐτοῦ παντός. εἰκῶς δὴ οὖν καὶ ὁ Πλάτων ἀμέριστον οὐσίαν ἀπεκάλεσε τὴν προσεχῶς ὑπὲρ ψυχὴν καὶ ὡς συντόμως εἰπεῖν τὸν μεδεκτὸν ὑπὸ ψυχῆς νοῦν, τοῖς Ὀρφικοῖς ἐπόμενος μύθοις καὶ οἷον ἐξηγητὴς τῶν ἐν ἀπορρήτοις λεγομένων εἶναι βουλόμενος.