Ancient Greek
2.156.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.156.3-2
Unproofread scanNot analysed yet
Ἐπ’ αὐτὴν δὴ τὴν Πλάτωνος λέξιν τὸ λοιπὸν ἐλθόντας δεῖ τὰ προειρημένα συνάδοντα δεῖξαι τοῖς ἐκείνου νοήμασιν. ἀλλὰ τούτων ἡμῖν διηρθρωμένων ἐκεῖνο θαυμάζειν ἐπέρχεται, ὅπως, εἴπερ ὁ νοῦς ἀμέριστός ἐστιν οὐσία, κατὰ τὴν ἐνάτην ὑπόθεσιν ὁ Παρμενίδης [164 Bss] μερίζει τὸ ὂν εἰς ἄπειρα καὶ μετὰ τοῦ ὄντος τὸ ἕν, σχεδὸν ὑπὸ πάντων ὁμολογουμένης ἐκείνης εἶναι τῆς ὑποθέσεως περὶ τῆς ἐπέκεινα φύσεως τῶν ψυχῶν. ἢ ἔοικε τὸν μερισμὸν ἐκεῖ τὴν πρόοδον