Ancient Greek
2.157.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.157.4
Unproofread scanNot analysed yet
“Ὅτι μὲν ἀμέριστον οὐσίαν τὴν νοερὰν λέγει καὶ τὴν τοῦ αἰῶνος μετέχουσαν καθ’ ὅλην ἑαυτήν, μεριστὴν δὲ περὶ τὰ σώματα τὴν ἀχώριστον τῶν ὀγκῶν καὶ ἐν τῷ ὅλῳ χρόνῳ λαχοῦσαν τὴν ὑπαρξιν, αὐτὸς ἐδήλωσε τὴν μὲν ἀεὶ κατὰ τὰ αὐτὰ ἔχουσαν προειπών, τὴν δὲ γιγνομένην ἀποκαλέσας, ἵνα καὶ τὴν ψυχὴν μὴ μόνον ἀμέριστον ἅμα καὶ μεριστήν, ἀλλὰ καὶ νοητὴν ἀποκαλέσῃ καὶ πρώτην τῶν γιγνομένων· ἄλλη γὰρ ἡ αἰώνιος ἀδιότης, ἄλλη δὲ ἡ κατὰ τὴν ἀπειρίαν τὴν χρονικὴν ἐν παρατάσει τὴν ὑπόστασιν ἔχουσα, καὶ ἄλλη ἡ σύμμικτος ἀπ’ ἀμφοτέρων, οἷα δή ἐστιν ἐπὶ τῆς ψυχῆς· αὕτη γὰρ ἐστιν ἀκίνητος μὲν κατ’ οὐσίαν, κινουμένη δὲ κατὰ