Ancient Greek
2.158.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.158.1
Unproofread scanNot analysed yet
150 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] ψυχῆς, οὐκέτ’ ἂν εἴη ἀγαθός, τὰ θειότερα καὶ ἐγγυτέρω 186 ἑαυτοῦ καὶ αἰτιώτερα δαπανῶν εἰς τὴν τῶν χειρόνων ὑπό- 5 στασιν. πρὸς δὲ τούτοις εἰ ἀπὸ τῆς γιγνομένης μεριστῆς ἡ ψυχὴ συμπεπλήρωται, οὐ μόνον ἔσται περὶ σώματα ἐκείνη μεριστή, ἀλλὰ καὶ περὶ ψυχήν. οὐχ ἄρα, ὡς οἴονται τινες, αὐτὸ τὸ ἀμέριστον καὶ αὐτὸ τὸ μεριστόν συμπληροῖ τὴν ψυχὴν· ἀλλ’ ἔστι τὸ λεγόμενον, ὅτι τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς ἐν μέσῳ συνεπεφάσατο οὐσίας εἴδος, ὡς τὸ αὐτὸ μεριστὸν μὲν ὡς πρὸς τὸ ἀμέ- 10 ριστον εἶναι, ἀμέριστον δὲ ὡς πρὸς τὸ μεριστόν, ὡς τὴν μεσότητα τὴν τῆς ψυχῆς ἡμῖν παρεχόμενον. καὶ μὴν καὶ αὐτὸ τὸ τρίτον τὴν τῆς ἀναλογίας φύσιν ἐν τῇ ψυχῇ δείκνυσιν ἐνυπάρχουσαν· εἰ γὰρ τὸ αὐτὸ μέσον τέ ἐστι καὶ τρίτον, τοῦτο δὲ ἔστι μὲν ὡς πρῶτον, ἔστι δὲ ὡς ἔσχατον, 15 ἔσται ἡ ψυχὴ πρῶτόν τε ἄμα καὶ ἔσχατον, ὃ δὴ πέφυκεν ἀναλογία κάλλιστα ποιεῖν. καὶ εἰ ἔστι τρίτον τοῦτο τὸ μέσον, δηλονότι δύο τινῶν ἄκρων ἔσται μέσον, ἐν ὧν, ἀλλ’ οὐ μετ’ ἄλλου μέσου· τέταρτον γὰρ ἂν ἦν τεττάρων ὄντων B ἀνὰ λόγον. εἰ δὲ τρία ἔστι τὰ ἀνὰ λόγον, ὧν ἡ ψυχὴ μέσον, οὐχ ἁπλῶς ἔστιν οὐσίας μέση καὶ γενέσεως, ἀλλ’ οὐσίας ἀγεν- 20 του πάντη καὶ οὐσίας μεριστῆς γιγνομένης περὶ τοῖς σώμασιν, αὐτὴ καὶ οὐσία πῃ οὖσα ἀμέριστος καὶ γιγνομένη μεριστή, ἀλλ’ οὐ περὶ σώμασιν, ἀλλὰ καθ’ αὐτὴν μεριστὴ γιγνομένη καὶ μηδὲν δεομένη σωμάτων εἰς τὸ εἶναι ὃ ἐστι. καὶ τὸ ἐξ ἀμφοῖν δὲ πρὸς τὴν ψυχὴν οἰκείως, οὐ μό- 25 νον, ὡς τινὲς φασιν, ὅτι κατὰ τὸ μέσον ἐστὶν ἀμφοῖν, ἀλλ’ ὅτι καὶ ἄμφω ἐστὶ, τὰ μὲν ἀμέριστα εἰκονικῶς, τὰ δὲ μεριστὰ παραδειγματικῶς· ἔχει γὰρ τοὺς ἀμφοτέρων λόγους· πάντα γοῦν ἐστὶν ἐν αὐτῇ συστοιχῶς. ἐπεὶ δὲ καὶ ὁ νοῦς πάντα καὶ τὸ αἰσθητὸν πάντα, προσέθηκε τὸ ἐν μέσῳ, 30 δεικνύς, ὅπως τὰ πάντα ἐπὶ τῆς ψυχῆς ληπτέον, ὅτι μέσως καὶ οὔτε πρῶτως οὔτε ἔσχατως. ἔτι καὶ ἑτέρως ἐξ ἀμφοῖν ἡ οὐσία τῆς ψυχῆς, ὡς ἐξ ὅλου παρηγμένη τοῦ δημιουργι-