Ancient Greek
2.159.1 to 2.159.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.159.1-4
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] ίστησι τὴν ψυχὴν τῇ ζωογόνῳ θεᾷ, καὶ ἐν τῷ κρατήρῳ τὰ γένη μιγνύς. ἐπὶ δὲ αὐτὸ τὸ ῥῆμα μεσότητος ὄν ***δείκνυσιν, ὅτι καὶ ἡ ψυχὴ ἑαυτὴν συνυφίστησιν, ἀλλ’ οὐκ ἀπὸ τῆς δημιουργικῆς μόνον ἐνεργείας ὥσπερ τι πάθος ὑπομένει τὴν τῶν γενῶν ἐν ἀλλήλοις σύγκρασιν. τὸ γε μὴν τῆς οὐσίας εἶδος ἴκανῶς ἡμῖν ἐπιδείκνυσιν τὴν ἐν τοῖς αἰτίοις περιοχὴν τῶν αἰτιατῶν· εἰ γὰρ ἡ μὲν ἐν τῷ δημιουργῷ οὐσία γένος ἐστίν, ἡ δὲ ἐν τῇ ψυχῇ εἶδος, περιεκτικὴ τῆς ἑτέρας ἐστὶν ἡ ἑτέρα (δῆλον δέ, ποτέρα ποτέρας), γένος δὲ καλοῖτο ἂν ἐξηρημένη τε αὐτῆς καὶ γεννώσα αὐτὴν καὶ τῷ μὲν κοῦ νοῦ, παρ’ ᾧ τὰ τε ἀμέριστα καὶ τὰ μεριστὰ ἦν παρα- ἐξηρηθῆναι διαφέρουσα τῶν ἐν τοῖς εἴδεσι γενῶν τῶν κατατεταγμένων, τῷ δὲ γεννᾶν αὐτὴν ὑπερέχουσα τῶν ὑστερογενῶν· ἄγωνα γὰρ ἐκεῖνα τῶν εἰδῶν. ἄλλον ἄρα τρόπον τὰ γένη ταῦτα καὶ τὰ εἴδη ληπτέα, γόнима, δυνάμεως πλήρη, περιεκτικὰ τῶν εἰδῶν τῶν ἀτόμων, ἐξηρημένην ἔχοντα φύσιν. ἔστιν οὖν γένος μὲν ἡ ἐν τῷ δημιουργῷ οὐσία, ταύτης δὲ εἶδος ἡ ἀμέριστος οὐσία, καὶ δεύτερον εἶδος ἡ μέση οὐσία τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, καὶ τρίτον ἡ περὶ τὸ σῶμα μεριστή, καὶ ἔσχατον ἡ σωματοειδής· ἐν γὰρ τοῖς εἴδεσι τούτοις τὸ πρότερον καὶ ὑστερόν ἐστι, διότι δειγματικῶς καὶ κατ’ αἰτίαν. ἀλλ’ ἐπεὶ καὶ ὁ νοῦς καθ’ τὰ γένη ποιητικὰ τῶν εἰδῶν ἐστι καὶ ὑποστατικὰ πρώτων καὶ μέσων καὶ τελευταίων εἰδῶν. καὶ ἡ μὲν νοερὰ πᾶσα ἀμέριστος, ὡς μία, ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασι πεπλη- ὅλον προῆλθεν ἐκεῖνον, τὸ ἐν μέσῳ τὴν ἰδιότητα τῆς ψυχικῆς ὑποστάσεως ἐδήλωσεν. αὐτὸ δὲ τὸ συνεχεράσατο πῶς οὐχὶ προσῆκον τῇ οὐσίᾳ τῆς ψυχῆς; οὐ μόνον διότι