Ancient Greek
2.160.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.160.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] Θυσμένη διὰ τὸν περὶ τοῖς σώμασι μερισμόν, ἡ δὲ μέση τούτων μία καὶ οὐ μία· νοῦς μὲν γὰρ μίαν οὐσίαν ἔχει, μίαν ταυτότητα, μίαν ἑτερότητα, καθόσον νοῦς, τὰ δὲ μόρια τῆς ὅλης ψυχῆς πολλά ἐστιν, ἐξ ὧν ἡ ψυχὴ σύγκειται πρὸς ἀλλήλα ἡρμοσμένων, καὶ καθ’ ἕκαστον αὐτῶν ἐστιν οὐσία, ταυτόν, ἕτερον, καὶ ὅσα πάντα, τοσαῦται αἱ οὐσίαι, αἱ ταυτότητες, αἱ ἑτερότητες, ἡριθμημέναί μέν, ὅμως δὲ πλείους ἑκάστη μιᾶς καὶ οὐ μία, ὡς ὁ νοῦς μία ἐστιν οὐσία καὶ ταυτότης μία καὶ ἑτερότης· ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασιν ὁδὶ μὲν ἄλλην τούτων ἑκάστην, ὁδὶ δὲ ἄλλην, συνδηρημένη τοῖς ὑποκειμένοις, ὥσπερ αὐτὸ τὸ σῶμα οὐκ ἔστι μεριστὸν εἰς πολλά, ἀλλ’ εἰς ἄπειρα, ἡ δὲ ψυχὴ διηρημένη εἰς πολλὰς οὐσίας ἔχει καὶ τὸ ἠνώσθαι, χωριστὴν λαχοῦσα σωμάτων ὑπόστασιν, ὥστε πάλιν δύο μεσότητες εἶναι κἀνταῦθα τῆς ὄντως οὖσης οὐσίας καὶ τῆς ὄντως γενέσεως καὶ τοῦ ἀμερίστου τοῦ ἐκείνης καὶ τοῦ ταύτης εἰς ἄπειρα μεριστοῦ, τὴν τε ψυχὴν καὶ τὴν περὶ τοῖς σώμασι μεριστὴν οὐσίαν, οὐκ οὖσαν ταύτῃ τῇ γενέσει τὴν αὐτήν, τῆς μὲν μειζόνως οὖσης ἀμερίστου διὰ τὸ συννεῦεν εἰς ἑαυτήν, τῆς δὲ μεριστῆς μειζόνως διὰ τὸ ἄλλου εἶναι καὶ οὐχ ἑαυτῆς. ἐκ ταύτης δ’ οὖν καὶ τῆς ἀμερίστου τὴν ψυχὴν εἶναι, διὅτι μέση τῶν τε πάντη σωμάτων ἐξηρημένων ἐστὶν καὶ τῶν κεχυμένων εἰς τὰ σώματα, καὶ τῶν ἑαυτῶν ὄντων καὶ τῶν ἄλλων γεγονότων, αὐτὴν τε ἑαυτῆς καὶ ἄλλων οὖσαν. οὐκ ἄρα ἀνεξόμεθα λέγειν ἡμεῖς οὕτω μέσην αὐτήν, ὡς ἔχουσαν τι καὶ ἀσώματον καὶ σωματικόν, ὡς Ἑρατοσθένης ὑπέλαβεν, ἢ διάστημα γεωμετρικὸν ἐπὶ τὴν οὐσίαν αὐτῆς ἀναφέρειν, ὡς Σευήρος· κρᾶσις γὰρ οὐκ ἂν ποτε γένοιτο ἀδιαστάτου καὶ διαστατοῦ καὶ ἀμερίστου καὶ σώματος· οὐδὲ γὰρ σημείου καὶ γραμμῆς. εἰ δὲ μὴ ταύτης, καὶ ἄλλου τινὸς διαστήματος πολλῷ μᾶλλον· μᾶλλον γὰρ τοῦ ἀμεροῦς ἀφέστηκε τὸ τριχὴ μεριστὸν ἢ τὸ μοναχῇ· ἀλλὰ τὴν μὲν νοερὰν οὐσίαν φήσομεν ἀεὶ μένειν μίαν, τὴν δὲ μερι-