Ancient Greek
2.161.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.161.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] στὴν ἐκ πολλῶν οὐσιῶν εἶναι, τὴν δὲ ψυχικὴν μίαν καὶ οὐ μίαν, ὡς καὶ τὸ ἐν φυλάττειν ἐν τῷ πληθύνεσθαι καὶ τὸ πλῆθος ἐν τῷ ἐνίζεσθαι· οὐ γὰρ οὕτω διαιρεῖν αὐτὴν τὸν δημιουργόν, ὡς δαπανᾶν τὸ ὅλον εἰς τὴν κατατομήν, ἀλλὰ φυλάττοντα τὸ ἐν αὐτῆς πληθυνεῖν καὶ τὸ ὅλον μερίζειν· ὅπου γε καὶ ἐν τοῖς σώμασι καὶ ταῦτα πάντα μεριστοῖς οὐσίαν εἶναι τί φησιν ἐν συνεκτικὸν τῶν μερῶν ὁ Ἐλεάτης Ξένος· ὁ καὶ Ἀριστοτέλης συνιδὼν εἶναι καὶ ἐν τοῖς μεριστοῖς τι διδῶσιν ἀμερές· ὥστε πολλῷ μᾶλλον τῆς ψυχῆς τὸ ὅλον καὶ ἐν μένει ἂν πληθυνομένης καὶ μεριζομένης, διὸ καὶ ἀμεριστὸς ἐστιν, ὡς φησιν ὁ Τίμαιος. εἰ δὲ μὴ ἐσφῆζετο τὸ ἐν αὐτῆς, μεριστὴ μόνως ἂν ἦν, οἷον καὶ εἰ λέγοις τὸ διανοητικὸν αὐτῆς καὶ δοξαστικὸν δύο εἶναι οὐσίας καὶ ὅμως μίαν εἶναι τὴν ὅλην διανοητικὴν καὶ δοξαστικήν, οὐκ ἀποστάσαν τοῦ ἑνὸς τῷ καὶ εἰς ἑαυτὴν συννεῖναι. ἡμεῖς μὲν οὖν ἀπ’ αὐτῶν ὀρμηθέντες τῶν Πλάτωνος τὴν ἀμερίστον οὐσίαν καὶ τὴν μεριστὴν ἐξηγησάμεθα, τῶν δὲ πρὸ ἡμῶν οἱ μὲν μαθηματικὴν ποιούντες τὴν οὐσίαν τῆς ψυχῆς ὡς μέσην τῶν τε φυσικῶν καὶ τῶν ὑπερφυσῶν, οἱ μὲν ἀριθμὸν αὐτὴν εἰπόντες ἐκ μονάδος ποιοῦσιν, ὡς ἀμερίστου, καὶ τῆς ἀορίστου δυάδος, ὡς μεριστῆς, οἱ δὲ ὡς γεωμετρικὴν ὑπόστασιν οὖσαν ἐκ σημείου καὶ διαστάσεως, τοῦ μὲν ἀμεροῦς, τῆς δὲ μεριστῆς· καὶ τῆς μὲν προτέρας εἰσὶ δόξης οἱ περὶ Ἀρίστανδρον καὶ Νομῆνιον [frg. 46 Thed.] καὶ ἄλλοι πλεῖστοι τῶν ἐξηγητῶν, τῆς δὲ δευτέρας Σενήρος. οἱ δὲ ὡς φυσικήν θεωροῦντες μεριστὴν μὲν οὐσίαν λέγουσι τὴν ἄλογον προοῦσαν τῆς λογικῆς, ἀμερίστον δὲ τὴν θείαν, καὶ ἐκ τῶν δύο ποιοῦσι τὴν λογικήν, τῆς μὲν ὡς κοσμοῦσης, τῆς δὲ ὡς ὑποκειμένης, καθάπερ Πλούταρχος καὶ Ἀττικός, καὶ φασιν ἀγέννητον μὲν κατὰ τὸ ὑποκείμενον αὐτὴν εἶναι, γεν-