Ancient Greek
2.164.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.164.2
Unproofread scanNot analysed yet
Καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν [35 A]. Ὅτι τὰ δημιουργικὰ γένη τοῖς δευτέροις καὶ τρίτοις εἴδεσιν αἴτια τῆς ὑποστάσεώς ἐστιν, αὐτὸς ἱκανῶς, οἶμαι, δεδήλωκεν εἰπών· καὶ τρία λαβὼν αὐτὰ ὄντα· ποῦ γὰρ ὄντα; ἢ δήλον, ὅτι ἐν αὐτῷ· λαβὼν γὰρ ἔχει καὶ αὐτός. ἔλαβε δὲ παρὰ τῶν ὑπερτέρων αἰτίων· ἐπειδὴ γὰρ καὶ ἡ ταυτότης ἐκ πέρατος καὶ ἀπείρου, περατοειδὴς οὖσα μᾶλλον,