Ancient Greek
2.165.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.165.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] καὶ ἡ ἑτερότης ἐκ τούτων, ἀπειροειδὴς οὖσα μειζόνως, ὡς ἡ οὐσία κατ’ ἄμφω ὁμοίως προέσει, δῆλον, ὅτι τὴν μὲν τοῦ ἀμεροῦς ταυτότητα καὶ ἑτερότητα μᾶλλον ἐν τῷ πέρατι θήσομεν, τὴν δὲ τῶν μέσων ὁμοίως ἐκ τούτων, τὴν δὲ τῶν μεριστῶν μᾶλλον ἐκ τῶν ἀπειρῶν, ὡς καὶ τὴν ἑτερότητα τὸ B ἀπειρον τὴν πρώτην σμικρὸν παραλλάττουσαν ἔχειν τοῦ πέρατος, καὶ τὴν ταυτότητα σμικρῶς ἐλασσομένην τὸ πέρας. διὸ καὶ τρία λαβὼν αὐτὰ ὄντα εἶπεν, ὡς διωρισμένα ἀλλήλων. καὶ ἐπειδή καὶ τὰ ἐν αὐτῷ πρὸς ἀπογέννησιν ἄλλων ἠπελετο, διὰ τοῦτο καὶ ἐκ τούτων ἄλλα ὑφίστησιν. εἰ μὲν οὖν ὄντα ἀκούομεν τὰ πρὸ τῆς γενέσεως τῶν μέσων, κατ’ αἰτίαν αὐτὰ εἶναι ἐν αὐτῷ φήσομεν (ἢν γὰρ καὶ ἐν αὐτῷ ταῦτα πρὸ τῶν ἀπ’ αὐτοῦ γεννηθέντων)· εἰ δὲ τὰ μέσα νοοῦμεν ὄντα, τὰ ὑποστάντα νοήσωμεν (ὄντα γὰρ ἐστιν ἤδη, διότι παρήκται πρὸ τῆς μίξεως ἑκάστου χωρὶς ὑπ’ αὐτοῦ, καὶ γέγονεν οὐσία καὶ ταυτότης ἤδη καὶ ἑτερότης, ἑκάστη καθ’ ἑαυτήν). μήποτε δὲ τὸ τρία λαβὼν αὐτὰ ὄντα καὶ ἀπλούστερον ἐξηγητέον, ὅτι λαβὼν αὐτὰ κατὰ τὸν ἀριθμὸν τρία ὄντα· τοσαῦτα γὰρ ἐκ τῶν τριῶν ἀπετέλεσε τῶν ἀκρων νῦν ὑποστάντα παρ’ αὐτοῦ κατὰ τὰς ἐν αὐτῷ προὑπαρχούσας αἰτίας, τὰ μὲν γένη ταῦτα κατὰ τὸ ὅν τὸ δημιουργικὸν παράγων, πᾶσι δὲ ἰδέαν περιτιθεὶς κατὰ τὴν ἔνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν θεότητα τὴν τοῦ πλήθους C ἐνποιόν. καὶ ὅρᾷς, ὅτι καὶ ἑκάστου τῶν τριῶν εἶδος ἦν καὶ τὸ ἐκ τῶν τριῶν μία ἰδέα. δεῖ ἄρα λέγειν εἶδος εἰδῶν τὴν ψυχὴν καὶ μηδὲν σύνθετον ὅλως καὶ σωματικὸν ἐπ’ αὐτῆς νοεῖν. ἔστι τοίνυν ἡ τριάς αὐτῇ προσήκουσα τῇ οὐσίᾳ τῆς ψυχῆς· δέδεικται γὰρ καὶ πρότερον [p. 125 ss], ὅτι τριαδική ἐστι· καὶ γὰρ τὴν ὅλην ψυχὴν διαιροῦμεν εἰς οὐσίαν, δύναμιν, ἐνέργειαν, καὶ τὴν οὐσίαν εἰς ὑπαρξιν καὶ ἁρμονίαν καὶ εἶδος, καὶ τὴν ὑπαρξιν εἰς τὴν ἰδίως καλουμένην οὐσίαν, ταυτόν, ἕτερον· καὶ οὐ δεῖ θαυμάζειν, εἰ