Ancient Greek
2.165.6
Proclus Phil., In Platonis Timaeum Commentaria 2.165.6
Unproofread scanNot analysed yet
γεννητὰ ταῦτα P 26 ὅλως Q: μόνως M P ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] μόριον τῆς οὐσίας ποιούμεν οὐσίαν· λέγεται γὰρ οὐσία καὶ τὸ ἕν γένος τοῦ ὄντος καὶ τὸ ἐκ πάντων ὡςανεί στοιχείων συγκεκραμένων γεγονός. εἰ δὴ καὶ ζητοῦμεν πάλιν, τί ποιεῖ τὴν μίαν ταύτην ἰδέαν μὴ εἶναι τὴν τυχούσαν, ἀλλὰ τὴν κοσμικὴν ψυχὴν, ἀλλαχοῦ δὲ ἄλλην, ἐροῦμεν, ὅτι τὸ ὁλικὸν τῶν γενῶν τῶν παραληφθέντων (μέσα γὰρ ἦν οὐ τῶν τυχόντων ἄκρων, ἀλλὰ τοῦ ὅλου νοῦ καὶ τῆς ὅλης σωματικῆς φύσεως, καθ’ ἣν ζῶν ὁ κόσμος, ὡς ἔννους κατὰ τὴν ἄμερῆ καὶ ἔμψυχος κατὰ τὴν μέσην) καὶ μέντοι καὶ ἡ τῆς οὐσίας ἐπικράτεια (τοῦτο γὰρ ποιεῖ θεϊὰν ψυχήν, ὡς ἡ τῆς ταυτότητος μόνης δαιμονίαν, ὡς ἡ τῆς ἑτερότητος μόνης μερικὴν). καὶ ἡ πρὸς τὰ ἄκρα οὖν διάφορα ὄντα σχέσις διαφορὰν ἐμποιεῖ τοῖς μέσοις, καὶ ἡ τῶν μέσων μῖξις κατὰ τὴν ἓνδος ἐπικράτειαν ἀφοριζομένη δῆλον ὡς ἐξαλλάττει τὸ ὅλον.