Ancient Greek
2.166.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.166.3
Unproofread scanNot analysed yet
Τὴν θάτερον φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βία [35A]. Πῶς ἐστι δύσμικτος ἡ θάτερον φύσις; ὅτι διακριτικὴν ἔχει δύναμιν καὶ διαιρετικὴν καὶ προόδων αἰτίαν καὶ πολλάπλασιασμῶν. ἕκαστον δὲ τῶν θείων ἀφ’ ἑαυτοῦ τῆς ἐνεργείας ἄρχεται· διὸ καὶ ἡ θάτερον φύσις ἑαυτὴν ἀπὸ τῶν ἄλλων διακρίνει καὶ ἑαυτῆς· καὶ γὰρ ἐν αὐτῇ πλήθος ἀπογεννᾷ· διὸ καὶ ἐν Σοφιστῇ [259AB] ἔλεγεν, ὅτι τὰ ἄλλα καὶ ἑαυτὴν μὴ ὄντα ποιεῖ, χωρίζουσα ἀπὸ τῶν ἄλλων ὄντων. δύσμικτος οὖν ἐστιν οὐχὶ συμβεβηκὸς τοῦτο ἔχουσα οὔτε κατὰ παρατροπήν, ἀλλ’ οὐσίαν ἔχουσα καὶ θατερότητος αἰτίαν καὶ τῆς ἀσυγχύτου τῶν εἰδῶν ὑποστάσεως καὶ τῆς ἄμιγοῦς ἀπλότητος, καὶ τοιαύτην ἔχουσα τὴν δύναμιν ὑπεναντία πῶς ἐστι καὶ πρὸς τὸ ταὐτὸν καὶ πρὸς τὴν οὐσίαν, πρὸς μὲν τὸ ταὐτό, διότι τὸ μὲν ἐνώσεως καὶ κοινωνίας καὶ συνοχῆς αἴτιον, ἡ δὲ διακρίσεως καὶ ἀμείξιας καὶ θατερό-