Ancient Greek
2.167.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.167.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 AB] 159 τητος, πρὸς δὲ τὴν οὐσίαν, διότι ἡ μὲν τὸ ὂν ἐστιν, ἡ δὲ τὸ μὴ ὂν, ὡς ἐν Σοφιστῇ [258D] δέδεικται· ἡ γὰρ θάτερον φύσις κατακερματισθεῖσα τὸ μὴ ὂν ὑπῆρχεν. ἢν οὖν μὴ ἀθρόαν τὴν σύγκρασιν τῶν γενῶν ὁρῶντες δυσκολαίνομεν, πρῶτον μὲν τῷ ταυτῷ τὸ θάτερον μίγνυσιν εἰπὼν τὴν θάτερον φύσιν εἰς ταῦτό συναρμόττειν τὸν θεόν, ὡς ἐναρμονίας αὐτὴν συνάπτοντα πρὸς τὴν ταυτότητα τὴν μέσην, ἔπειτα ἀμφότερα πρὸς τὴν οὐσίαν συγκληρύσιν· εἰπὼν γάρ, ὅτι τὴν θάτερον φύσιν εἰς ταῦτόν συνῆρμοττεν, ἐπήνεγκε· μιγνύς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἐν· διότι γὰρ ἡ οὐσία συνεκτικὴ τῶν δύο γενῶν ἐστι, ταυτοῦ καὶ θάτερον, ταῦτα δὲ σύστοιχα ἀλλήλοις, ἔδει ταῦτα μιγνύειν ἀλλήλοις πρότερον, δεύτερον δὲ ἀμφότερα πρὸς τὴν οὐσίαν. τοῦτο μὲν οὖν περὶ τῆς ἐν τῇ μίξει τάξεως. τὸ δὲ βλαῖον τῆς μίξεως οὐκ ἔστιν ἐπεισοδιώδες οὐδὲ οἷον τὸ παρὰ φύσιν, ἀλλ’ ὑπερβολὴν ἐμφαίνει καὶ περιουσίαν δυνάμεως· τοσαύτη γὰρ ἐστὶν ἡ δημιουργικὴ δύναμισ, ὥστε καὶ τὴν ἑτερότητα ἑνοῦν καὶ τὴν ταυτότητα δι- F αφεῖν καὶ μίαν ὁμονίαν ἀπ’ ἀμφοτέρων ποιεῖν.