Ancient Greek
2.168.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.168.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35AB] τοῦ πέρατος, ἡ δὲ ἑτερότης τῆς ἀπειρίας, ὥσπερ καὶ ταυτότητος μὲν ἡ ὁμοιότης καὶ ἡ ἰσότης, ἑτερότητος δὲ ἡ ἀνομοιότης καὶ ἀνισότης. διόπερ Πλάτων ἐν μὲν Φιλήβῳ [16C. 23C] τὸ πέρας καὶ τὸ ἄπειρον ἀπὸ θεοῦ παρήγεν (ἔστι γὰρ ἐκεῖνα θεῖα γένη), ἐν δὲ τῷ Σοφιστῇ [254s] γένν τοῦ ὄντος ὀνομάζει τὸ ταυτὸν καὶ ἕτερον, καὶ ἐκεῖνα μὲν περὶ τὸ ἕν, ταῦτα δὲ περὶ τὴν οὐσίαν ὑφίστησι. καὶ ὅρῃς πάλιν, ὅσῳ τῶν φυσικῶν καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους σμνότερος· οὗ μὲν γὰρ τὰς ἑαυτῶν ἀρχὰς ἐναντίας ποιοῦντες ὀργανικὰς καὶ ἐνύλους καὶ μεριστὰς ἐποιοῦν τὰς ἐναντιώσεις, καὶ οὗ γε σμνότατοι εἰς ὑπερβολὴν καὶ ἔλλειψιν ἀνήγον τὰ ἐναντία, κακῶς τὴν ἀμετρίαν ἐν ταῖς ἀρχαῖς παραλαμβάνοντες —θειότερον γὰρ τοῦ ἀμέτρου τὸ μέτριον —