Ancient Greek
2.168.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.168.3
Unproofread scanNot analysed yet
B ὁ δὲ Πλάτων εἰς ταυτότητα καὶ ἑτερότητα, δι’ ὧν πάσας περιλαμβάνει τὰς ἐναντιώσεις, τὰς ἐν ψυχῇ, τὰς ἐν φύσει, τὰς ἐν σώμασι, καὶ ταύτας ἐν τῷ δημιουργῷ τίθησιν, ἵνα καὶ δυνάμεις αὐταῖς δῷ γεννητικὰς, κοσμοουργούς, ἀύλους, ἐξηρημένας, καὶ ἐκεῖ θέμενος αὐτὰς ὑφίστησι τὴν ψυχὴν ἀπ’ αὐτῶν, τὸ οὖν ὑποκειμένον αὐτῆς ἀπὸ τούτων παραγὼν καὶ τὸ ὅν αὐτῆς καθ’ ὅν, οὐχὶ τοιούδε ὅν, ἵνα μιμηθῇ τὸ πρῶτον ὅν· τὴν γὰρ ἁρμονίαν καὶ τὸ εἶδος καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ὕστερον ἀποδώσει, τέλεον τὸν ὑπὲρ αὐτῆς λόγον ἀπεργαζόμενος· οὕτω γὰρ καὶ τὴν ἀξίαν αὐτῆς καὶ τὴν ἐν τῷ κόσμῳ τάξιν ἡγεμονικὴν οὕσαν θεωρήσομεν, εἰ κατίδοιμεν, ὅπως μὲν τοῖς ἐν αὐτῇ γένεσι συνέχει πάσας τὰς ἐγκοσμίους οὐσίας, ὅπως δὲ τῇ ἑαυτῆς ἁρμονίᾳ συναρμόζει τὸν ὅλον κόσμον, ὅπως δὲ τῷ ἑαυτῆς σχήματι πάντα τὰ εἴδη καὶ τὰ σχήματα περιέχει τὰ κοσμικά, τίνα δὲ τρόπον ταῖς ἐν αὐτῇ δυνάμεσι πάσας μὲν τὰς φυσικὰς δυνάμεις, πάσας δὲ τὰς λογικὰς ἢ τεχνικὰς τελειοῦν δύναται, πῶς δὲ ταῖς οἰκείαις ἐνεργείαις