Ancient Greek
2.169.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.169.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 AB] αἴσθησις γνωριστικαὶ τινὲς εἰσὶ δυνάμεις, βούλεται δὲ τὴν ἐν ταῖς οὐσίαις αὐτῆς, ἀλλ’ οὐ τὴν ἐν ταῖς δυνάμεσι παραδοῦναι μεσότητα. διὰ τί δὲ οὐκ εἶπεν αὐτὴν μέσην ἰδέας τε καὶ τῶν εἰδοπεποιημένων; ὅτι μὴ τὸ εἶδος αὐτῆς νῦν 5 προὔκειτο διδάξαι ποῖόν ἐστιν, ἀλλὰ τὴν οὐσίαν· οὐκ ἔστι δὲ ταὐτὸν οὐσίαν λέγειν τινὸς καὶ εἴδους· τὸ γὰρ εἶδος τοιᾶνδε οὐσίαν παρίστησι. διὰ τί δὲ οὐκ ἕθετο μέσην αὐτὴν τῶν νοητῶν καὶ τῶν αἰσθητῶν ἀριθμῶν; διότι τὴν ἀρμονίαν ἐν τοῖς ἐφεξῆς ἀποδώσει λόγους, καθ’ ἣν τὴν μεσότητα 10 κατέχει τῶν τε χωριστῶν ἀριθμῶν καὶ τῆς ἀρμονίας τῆς χωριστῆς καὶ τῶν αἰσθητῶν ἀριθμῶν καὶ τῆς ἀρμονίας τῆς ἀχωρίστου τῶν ὑποκειμένων· οὔτε γὰρ ἡ αὐτοαρμονία ἐστὶν ἡ ψυχὴ οὔτε ἡ ἐν τοῖς ἡρμοσμένοις κατὰ τὴν Πλάτωνος διάνοιαν, ἀλλ’ ἡ μὲν αὐτοαρμονία μονοειδὴς ἐστὶ καὶ χω- 15 ριστὴ καὶ ἀφ’ ὅλον ἐξηρημένη τῶν ὁπωσοῦν ἡρμοσμένων, αὐτὸ τοῦτο μόνον ὁ λέγεται ἀρμονία οὖσα, ἡ δὲ ἐν τοῖς ἡρμοσμένοις ἄλλων ἐστὶ καὶ ἐν ἄλλοις ὑφέστηκε, καὶ πολυεἴδης ἐστὶ καὶ ὑπ’ ἄλλων κινεῖσθαι πέφυκε, μέση δὲ ἀμφοῖν ἐστὶν ἡ ἀρμονία τῆς ψυχῆς· αὕτη γὰρ ἐστὶ τὸ πρῶ- 20 D τὸν ἡρμοσμένον, διὸ καὶ ἄλλοις μεταδιδώσει τῆς ἀρμονίας· τὸ γὰρ καὶ ἄλλῳ μεταδιδόναι τινὸς δυνάμενον ἢ αὐτὸ ἐστὶ τὸ εἶδος ἢ πρῶτως αὐτοῦ μετέσχηκεν. ὑφεμένη οὖν τῆς νοητῆς ἀρμονίας καὶ τῶν ἀριθμῶν ὑφεῖται τῶν νοητῶν, καὶ ὑπερέχουσα τῆς αἰσθητῆς ἀρμονίας ὑπερέχει καὶ τῶν αἰσθη- 25 τῶν ἀριθμῶν. καὶ εἰ δεῖ περὶ ἑκάτερον τούτων συντόμως εἰπεῖν, τετραχῶς ἑκάτερον αὐτῶν ἐστιν· καὶ γὰρ ἀριθμὸς πρῶτιστος μὲν ὁ θεῖος, δεύτερος δὲ ὁ οὐσιώδης, καὶ τρίτος δὲ ὁ ψυχικός, ἔσχατος δὲ ὁ φυσικός, ὁ μὲν ἐνοειδής, ὁ δὲ ἀκίνητος, ὁ δὲ αὐτοκίνητος, ὁ δὲ ἑτεροκίνητος· καὶ ἡ ἀρ- 30 μονία πρώτη μὲν ἡ ἐν θεοῖς, δευτέρα δὲ ἡ ἐν τοῖς ὄντως οὖσι, τρίτη δὲ ἡ ἐν ταῖς ψυχαῖς, ἔσχατη δὲ ἡ ἐν τοῖς ἡρμοσμένοις ὑπ’ ἄλλων. εἰ μὲν οὖν τῷ Πλάτωνι νῦν προκείμενον ἦν περὶ τῆς ἀρμονίας εἰπεῖν τῆς ψυχικῆς, εἶπεν