Ancient Greek
2.170.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.170.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 AB] ἄν, ὅτι μέση τῆς τε ἀμερίστου καὶ τῆς μεριστῆς ἀρμονίας ἐστίν· ἐπειδή δὲ περὶ τῆς οὐσίας κατὰ τὸ παρὸν ὁ λόγος, ταύτου καὶ ἑτέρου καὶ οὐσίας τὸ μέσον αὐτῇν κατειληφέναι E φησί. δεῖ δὲ κἀκεῖνα θεωρεῖν, ὅτι ὥσπερ ἐπιστροφὴν ἐν τούτοις πεποίηται τῶν προόδων τῆς ψυχικῆς οὐσίας εἰς τὰς ἀρχάς· διποῦ γὰρ ὄντος τοῦ εἴδους τῶν κράσεων καὶ τοῦ μὲν κατὰ τὴν τῶν ἄκρων ὑφισταμένου μίξιν, ὡς ἔχομεν ἐπὶ οὐσίας καὶ ταυτότητος καὶ ἑτερότητος, τοῦ δὲ κατὰ τὴν τῶν μέσων αὐτῶν πάλιν συναγωγὴν εἰς ἕν ὅλον, ἐπὶ μὲν τοῦ προτέρου ἤρξατο ἀπὸ τῆς οὐσίας καὶ κατέληξεν εἰς τὸ ἕτερον, ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν· τὸ γὰρ ἕτερον τῷ ταυτῷ συνήρμοσε πρότερον, εἰδ’ οὕτως ἄμφω τῇ οὐσίᾳ καὶ κατήντησεν εἰς τὴν οὐσίαν, ἀφ’ ἧς ὡρμήθη κατὰ τὴν πρόοδον. πανταχοῦ δὲ αὐ ἔχεται τῶν δύο μετὰ τὸ ἕν ἀρχῶν· καὶ γὰρ ὅτε ἐκ τῶν ἀμερίστων ἐποίει καὶ μεριστῶν τὴν ψυ- 15 χήν, ἀνὰ λόγον τῷ μὲν πέρατι τὸ ἀμέριστον ἐτίθει, τῷ δὲ ἀπείρῳ τὸ μεριστόν (πλῆθους γὰρ αἴτιον τὸ ἄπειρον, ἐνώσεως δὲ τὸ πέρας), καὶ ὅτε τὸ ἕτερον τῷ ταυτῷ συνήρμοττεν (ἔστι γὰρ τὸ μὲν ἕτερον ὡς ἐν τοῖς γένεσι τοῦ ὄντος τῆς τοῦ ἀπείρου συστοιχίας, τὸ δὲ ταυτόν τῆς τοῦ πέρατος), καὶ 20 ὅτε τὰ δύο τῇ οὐσίᾳ ἐμίγνυ (ἡ μὲν γὰρ οὐσία μονοειδής, ταῦτα δὲ δυαδικὰ καὶ ἀντικείμενα ἀλλήλοις)· καὶ οὐ πρό- F τερον ἐπάνωστο τὸ πλῆθος συναγαγὼν, πρὶν ἕν ἀπέφηνε τὸ ὅλον· τὸ γὰρ ἕν καὶ αὐτῆς κρεῖττον τῆς οὐσίας καὶ τῶν δυοειδῶν ἀρχῶν. διττῆς δὲ τῆς κράσεως οὖσης, καθάπερ 25 εἴπομεν, τῆς μὲν αὐτῶν τῶν στοιχείων ὑποστατικῆς, τῆς δὲ τοῦ ἐκ τῶν στοιχείων, ἐξήτησεν ὁ Πορφύριος ὀρθῶς, πότερον ἀμφοτέρας ἐν τῷ κρατῆρι ταύτας ἐποιήσατο ἢ τὴν μὲν ἔξω τοῦ κρατήρος, τὴν δὲ ἐν αὐτῷ, καὶ ἐνέκρινεν, ὅτι τὰ μὲν στοιχεῖα κιρνᾶς ἄνευ τοῦ κρατήρος ἐνήργει, ἐπειδή 30 οὐ κατὰ σύνοδον τῶν ἄκρων ἡ γένεσις τῶν μέσων ἐγίνετο