Ancient Greek
2.169.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.169.1-2
Unproofread scanNot analysed yet
αἰσθησις γνωριστικαί τινές εἰσι δυνάμεις, βούλεται δὲ τὴν ἐν ταῖς οὐσίαις αὐτῶν, ἀλλ’ οὐ τὴν ἐν ταῖς δυνάμεσι παραδοῦναι μεσότητα. διὰ τί δὲ οὐκ εἶπεν αὐτὴν μέσην ἰδέας τε καὶ τῶν εἰδοπεποιημένων; ὅτι μὴ τὸ εἶδος αὐτῶν νῦν προὔκειτο διδάξαι ποῖόν ἐστιν, ἀλλὰ τὴν οὐσίαν· οὐκ ἔστι δὲ ταὐτὸν οὐσίαν λέγειν τινὸς καὶ εἴδους· τὸ γὰρ εἶδος τοιᾶνδε οὐσίαν παρίστησι. διὰ τί δὲ οὐκ ἔθετο μέσην αὐτὴν τῶν νοητῶν καὶ τῶν αἰσθητῶν ἀριθμῶν; διότι τὴν ἁρμονίαν ἐν τοῖς ἐφεξῆς ἀποδώσει λόγοις, καθ’ ἣν τὴν μεσότητα κατέχει τῶν τε χωριστῶν ἀριθμῶν καὶ τῆς ἁρμονίας τῆς χωριστῆς καὶ τῶν αἰσθητῶν ἀριθμῶν καὶ τῆς ἁρμονίας τῆς ἄχωρίστου τῶν ὑποκειμένων· οὔτε γὰρ ἡ αὐτοαρμονία ἐστιν ἡ ψυχὴ οὔτε ἡ ἐν τοῖς ἡρμοσμένοις κατὰ τὴν Πλάτωνος διάνοιαν, ἀλλ’ ἡ μὲν αὐτοαρμονία μονοειδὴς ἐστι καὶ χωριστὴ καὶ ἀφ’ ὅλων ἐξηρημένη τῶν ὁπωσοῦν ἡρμοσμένων, αὐτὸ τοῦτο μόνον ὃ λέγεται ἁρμονία οὖσα, ἡ δὲ ἐν τοῖς ἡρμοσμένοις ἄλλων ἐστὶ καὶ ἐν ἄλλοις ὑφέστηκε, καὶ πολυειδὴς ἐστι καὶ ὑπ’ ἄλλων κινεῖσθαι πέφυκε, μέση δὲ ἁμφοῖν ἐστιν ἡ ἁρμονία τῆς ψυχῆς· αὕτη γὰρ ἐστὶ τὸ πρῶτον ἡρμοσμένον, διὸ καὶ ἄλλοις μεταδίδωσι τῆς ἁρμονίας· τὸ γὰρ καὶ ἄλλῳ μεταδιδόναι τινὸς δυνάμενον ἢ αὐτὸ ἐστὶ τὸ εἶδος ἢ πρῶτως αὐτοῦ μετέσχηκεν. ὑφειμένη οὖν τῆς νοητῆς ἁρμονίας καὶ τῶν ἀριθμῶν ὑφεῖται τῶν νοητῶν, καὶ ὑπερέχουσα τῆς αἰσθητῆς ἁρμονίας ὑπερέχει καὶ τῶν αἰσθητῶν ἀριθμῶν. καὶ εἰ δεῖ περὶ ἑκατέρου τούτων συντόμως εἰπεῖν, τετραχῶς ἑκάτερον αὐτῶν ἐστιν· καὶ γὰρ ἀριθμὸς πρῶτιστος μὲν ὁ θεῖος, δεύτερος δὲ ὁ οὐσιώδης, καὶ τρίτος δὲ ὁ ψυχικός, ἔσχατος δὲ ὁ φυσικός, ὁ μὲν ἐνοειδὴς, ὁ δὲ ἄκίνητος, ὁ δὲ αὐτοκίνητος, ὁ δὲ ἑτεροκίνητος· καὶ ἡ ἁρμονία πρώτη μὲν ἡ ἐν θεοῖς, δευτέρα δὲ ἡ ἐν τοῖς ὄντως οὖσι, τρίτη δὲ ἡ ἐν ταῖς ψυχαῖς, ἔσχατη δὲ ἡ ἐν τοῖς ἡρμοσμένοις ὑπ’ ἄλλων. εἰ μὲν οὖν τῷ Πλάτωνι νῦν προκείμενον ἦν περὶ τῆς ἁρμονίας εἰπεῖν τῆς ψυχικῆς, εἶπεν