Ancient Greek
2.170.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.170.1-2
Unproofread scanNot analysed yet
ἄν, ὅτι μέση τῆς τε ἀμερίστου καὶ τῆς μεριστῆς ἁρμονίας ἐστίν· ἐπειδή δὲ περὶ τῆς οὐσίας κατὰ τὸ παρὸν ὁ λόγος, ταυτοῦ καὶ θάτερου καὶ οὐσίας τὸ μέσον αὐτὴν κατειληφέναι E φησί. δεῖ δὲ κἀκεῖνα θεωρεῖν, ὅτι ὥσπερ ἐπιστροφὴν ἐν τούτοις πεποίηται τῶν προόδων τῆς ψυχικῆς οὐσίας εἰς τὰς ἀρχάς· διτοῦ γὰρ ὄντος τοῦ εἴδους τῶν κράσεων καὶ τοῦ μὲν κατὰ τὴν τῶν ἄκρων ὑφισταμένου μῖξιν, ὡς ἔχομεν ἐπὶ οὐσίας καὶ ταυτότητος καὶ ἑτερότητος, τοῦ δὲ κατὰ τὴν τῶν μέσων αὐτῶν πάλιν συναγωγὴν εἰς ἕν ὅλον, ἐπὶ μὲν τοῦ προτέρου ἤρξατο ἀπὸ τῆς οὐσίας καὶ κατέληξεν εἰς τὸ θάτερον, ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν· τὸ γὰρ ἕτερον τῷ ταυτῷ συνήρμοσε πρότερον, εἴθ’ οὕτως ἄμφω τῇ οὐσίᾳ καὶ κατήντησεν εἰς τὴν οὐσίαν, ἢφ’ ἧς ὠρμήθη κατὰ τὴν πρό-οδον. πανταχοῦ δὲ αὐ ἔχεται τῶν δύο μετὰ τὸ ἕν ἀρχῶν· καὶ γὰρ ὅτε ἐκ τῶν ἀμερίστων ἐποιεῖ καὶ μεριστῶν τὴν ψυ-χήν, ἀνὰ λόγον τῷ μὲν πέρατι τὸ ἀμέριστον ἐτίθει, τῷ δὲ ἀπείρῳ τὸ μεριστόν (πλήθους γὰρ αἴτιον τὸ ἄπειρον, ἐνώ-σεως δὲ τὸ πέρας), καὶ ὅτε τὸ ἕτερον τῷ ταυτῷ συνήρμοττεν (ἔστι γὰρ τὸ μὲν ἕτερον ὡς ἐν τοῖς γένεσι τοῦ ὄντος τῆς τοῦ ἀπείρου συστοιχίας, τὸ δὲ ταυτὸν τῆς τοῦ πέρατος), καὶ ὅτε τὰ δύο τῇ οὐσίᾳ ἐμίγνυ (ἡ μὲν γὰρ οὐσία μονοειδής, ταῦτα δὲ δυαδικὰ καὶ ἀντικείμενα ἀλλήλοις)· καὶ οὐ πρό- F τερον ἐπαύσατο τὸ πλήθος συνάγων, πρὶν ἕν ἀπέφηνε τὸ ὅλον· τὸ γὰρ ἕν καὶ αὐτῆς κρεῖττον τῆς οὐσίας καὶ τῶν δυοειδῶν ἀρχῶν. διττῆς δὲ τῆς κράσεως οὔσης, καθάπερ εἴπομεν, τῆς μὲν αὐτῶν τῶν στοιχείων ὑποστατικῆς, τῆς δὲ τοῦ ἐκ τῶν στοιχείων, ἐζήτησεν ὁ Πορφύριος ὀρθῶς, πό-τερον ἀμφοτέρας ἐν τῷ κρατῆρι ταύτας ἐποίησατο ἢ τὴν μὲν ἔξω τοῦ κρατῆρος, τὴν δὲ ἐν αὐτῷ, καὶ ἐνέκρινεν, ὅτι τὰ μὲν στοιχεῖα κιρνᾶς ἄνευ τοῦ κρατῆρος ἐνήργει, ἐπειδή οὐ κατὰ σύνοδον τῶν ἄκρων ἡ γένεσις τῶν μέσων ἐγίνετο