Ancient Greek
2.171.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.171.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35AB] οὐδ’ ὅλως ἠδύνατο εἰς ταὐτὸν ἀλλήλοις συνιέναι τὰ ἄκρα, τὸ δὲ ἐκ πάντων τῶν μέσων στοιχείων ἀπεργαζόμενος τῷ 190 κρατῆρῳ χρῆται, ἐμβαλὼν εἰς αὐτὸν τὰ στοιχεῖα καὶ μίσγων, ἵνα πᾶσα ἐκ πάντων ἡ ψυχὴ γένηται μία καὶ ὁμόχρους 5 ἑαυτῇ καὶ ὁμοιομερῆς, πάντων τῶν γενῶν διὰ πάντων πεφρυρηκότων, καὶ ἵνα λάβῃ τὸ εἶδος ἡ ψυχὴ καὶ ὅ ἐστιν ἀπὸ τοῦ κρατῆρος· κατὰ γὰρ τὸ ὅλον ἕκαστον τὸ εἶδος. ὥστ’ εἰκῶς ψυχοποιὸς ὢν ὁ κρατὴρ ἐν ἑαυτῷ τὴν ὁλότητα ποιεῖ τῆς ψυχῆς· διὸ καὶ ἡ δευτέρα κρᾶσις ἐστιν ἐν τῷ 10 κρατῆρῳ μόνον. ἠρέσκετο δὲ ταύτῃ καὶ ὁ διδάσκαλος ἡμῶν τῇ διακρίσει, ἐπεὶ καὶ ὁ Πλάτων ἐν τοῖς περὶ τῶν μερικῶν ψυχῶν λόγοις ἐνδείκνεται τοῦτο λέγων [41D]· καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραυνὺς ἐμίσε, τὰ τῶν πρόσθεν 15 ὑπόλοιπα κατεχεῖτο μίσγων. εἰ οὖν καὶ τὴν τοῦ παντὸς ψυχὴν ἐκεῖ μίγνυσθαι φησιν, ἀλλ’ οὐ τὰ στοιχεῖα αὐτῆς, καὶ ἐπὶ τῶν ἡμετέρων τὰ ὑπόλοιπα τῶν πρόσθεν ἐν αὐτῷ κεραυνυσθαι, ταῦτα δὴ ἦν τὰ μέσα, δηλοῦντι τὴν δευτέραν κρᾶσιν ἐν τῷ κρατῆρῳ γίνεσθαι μαρτυρεῖ, τῆς προ- 20 τέρας κατὰ τὴν δημιουργικὴν μόνην γινομένης αἰτίαν, τῆς δὲ δευτέρας καὶ κατὰ τὴν ζωογόνον ψυχὴν ἤδη ποιοῦσης ἐκ τῶν μέσων γενῶν· καὶ γὰρ ἔδει τὸν δημιουργὸν καὶ πρὸ τοῦ κρατῆρος ἐνεργεῖν καὶ μετὰ τοῦ κρατῆρος, ὥσπερ καὶ μετὰ τὸν κρατῆρα ταῖς δημιουργικαῖς χρώμενον τομαῖς καὶ 25 ταῖς ἄλλαις περὶ τὴν ψυχὴν ἐνεργείαις· μετὰ γὰρ τὴν ὁλότητα τῆς ψυχῆς αἱ τε διαιρέσεις αὐτῷ παραλαμβάνονται αἱ κατ’ ἀριθμοὺς καὶ αἱ συνθέσεις τῶν διηρημένων κατὰ τοὺς ἀρμονικοὺς λόγους· ἐπεὶ γὰρ καὶ ἐν ἐστὶν ἡ ψυχὴ καὶ πλήθος καὶ ὅλον καὶ μέρος καὶ μονοειδὴς οὐσία καὶ πολυειδής, 30 ἀνάγκη δήπου μετὰ τὴν ἁνωμένην ὑπαρξιν τὴν πεπληθυσμένην αὐτῆς ἀπὸ τῶν αἰτίων πρόοδον θεωρεῖν. πᾶν δὲ πλήθος τοῦ ἑνὸς ἐξιστάμενον δεῖται τῆς ἀρμονίας, εἰ μέλλοι μὴ ἀσύστακτον εἶναι πρὸς ἑαυτὸ καὶ ἀόριστον. τὰ μὲν οὖν