Ancient Greek
2.172.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.172.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 AB] πλήθη τὰ ἐν τῇ ψυχῇ δηλοῦσιν αἱ μοῖραι, διάκρισιν συνεισ-άγουσαι τῆς μιᾶς οὐσίας, αἱ δὲ συναγωγοὶ τῶν ἀρμονικῶν λόγων δυνάμεις τὰς κατ’ οὐσίαν αὐτῶν συνδέσεις. καὶ εἰ με δεῖ τοῦμόν φάναι, διὰ τούτων γίνεται δῆλον, ὅπως ἡ οὐσία τῆς ψυχῆς μέση τῆς τε ἀμεροῦς ἐστι καὶ τῆς με-ριστῆς· οὔτε γὰρ μία ἐστιν ὡς ἡ τοῦ νοῦ· μία γὰρ ἐν ἐκείνῳ οὐσία, μία ζωή, μία νόησις, καθόσον εἰς ἐστι νοῦς· οὔτε εἰς ἄπειρον διαιρετή, καθάπερ ἡ τῆς μεριστῆς περὶ τοῖς σώμασιν· ἄλλου γὰρ αὕτη οὐσία συνδαιρεῖται τοῖς τοῦ ἐν ὡς ἐστι πλήθεσιν, ἀπειρουμένη καὶ αὐτὴ μετ’ ἐκείνων· ἡ δὲ τῆς ψυχῆς οὐ μία μὲν διὰ τὰ πλήθη τῶν μερῶν, ὡρισμένη δὲ κατ’ ἀριθμόν· ἦν γὰρ ὑπέστησε μίαν μοῖραν ὁ θεός, μίαν δεῖ μένειν ἀδιαίρετον, καὶ τὸ ὅλον πλήθος τῶν μορίων ἐκ τοιαύτης ἀξάμενον τὴν ἀπειρίαν ἀναλυσθαι τῶν διαιρέσεων. ὥστε καὶ μία ἡ οὐσία τῆς ψυχῆς καὶ οὐμία μὲν, ἐν ὅροις δὲ ὑφεστῶσα κατ’ ἀριθμὸν ὡρισμένοις καὶ ἐστώσιν, ἵνα καὶ ταύτῃ δεικνύται ἀριθμὸς οὐσία ἡ ψυχή, τὴν οἷον ὁἷαν τῶν ἑαυτῆς μερῶν ἀδιαίρετον ἔχουσα καὶ ὄντως μίαν. εἰ δὲ ταῦτα ἀληθῆ, δῆλον ὅτι ὅσος ἂν ὁ ἀριθμὸς ληφθῇ τῶν μοιρῶν εἰς ταῦτόν συλλογιθεὶς, τοσοῦτονἔσται καὶ τῶν μονάδων τὸ πλήθος, ἐξ ὧν ἡ ψυχή· καὶ ἔσται ἑκάστη τῶν μονάδων οὔτε μαθηματική (ἀνοῦσιοι γὰρ αἱ τοιαῦται μονάδες) οὔτε φυσική (ἐν ὑποκειμένοις γὰρ αἱ τοι-αῦται μονάδες), ἀλλὰ οὐσία μὲν αὐτὴ καθ’ ἑαυτὴν οὖσα ἀσώματος, οὖσα δὲ ἐκ τῶν μέσων γενῶν, δι’ ἃ οὐδὲ αὐτὴἐν ἀπλῶς, ἀλλὰ μετέχουσα τινος ἑνός, ἐτι δὲ ἀδιαίρετος εἰς ὅμοια καὶ ταύτῃ τοῦ ἐν σώμασιν ἑνὸς διαφέρουσα, ὁ διαι-ρεῖται εἰς ὅμοια ἐπ’ ἄπειρον. εἰ δὲ μονὰς ἑκάστη τοιαύτη καὶ ὁ σύμπας αὐτῆς ἀριθμὸς ἐκ μονάδων ἔσται τοιούτων οὐσιωδῶν, ὧν ἑκάστη ἀδιαίρετος εἰς ἄλλας μονάδας, καὶ διὰ