Ancient Greek
2.174.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.174.1-2
Unproofread scanNot analysed yet
ἀεὶ ὡσαύτως ποιεῖ ἀκίνητος ὢν καὶ αἰώνιος ταῖς ἐνεργείαις. δεῖ οὖν καὶ τὸ ὅλον μένειν ὅλον ἀεὶ καὶ τὴν τῶν μοιρῶν γένεσιν μενούσης ἀποτελεῖσθαι τῆς ὁλότητος καὶ μὴ διαπανᾶσθαι ταύτην ἐν τῇ διαιρέσει τῶν μοιρῶν. νοήσωμεν οὖν μίαν ἅμα καὶ πολλὴν τὴν οὐσίαν τῆς ψυχῆς ὅλην τε μένουσαν καὶ μεριζομένην καὶ συνεχῆ τε ὁμοῦ καὶ διηρημένην, καὶ μήτε τὸ συνεχὲς αὐτῆς διαστατῶς φαντασθῶμεν —ἔστι γὰρ συνέχεια καὶ ἀμεγέθης, ὡς ἡ κατὰ τὸν χρόνον —μήτε τὴν διαίρεσιν κατὰ τοὺς μοναδικούς ἀριθμούς· τὸ γὰρ τοιοῦτον ποσὸν ἀσύμβατόν ἐστι πρὸς τὸ συνεχές· ἀλλ’ ὡς προσῆκει τοῖς ἀσωμάτοις, εἰς ἕν ταῦτα συναγάγωμεν καὶ τὸ ὅλον μετὰ τῶν μερῶν ἐπὶ τῆς ψυχῆς θεωρήσωμεν. δηλοῖ δὲ καὶ ὁ Πλάτων, ὅτι δεῖ μὴ ἀφίστασθαι τῆς ἐνώσεως ἐν τῇ διαιρέσει διὰ τῶν ἐξῆς.