Ancient Greek
2.174.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.174.2
Unproofread scanNot analysed yet
Ἐκάστην δὲ ἐκ τε ταύτου καὶ ἑτέρου καὶ οὐσίας μεμιγμένην. ἥρχετο δὲ διαιρεῖν ὡδε [35B]. Εἰ γὰρ πάντα ἐν πᾶσίν ἐστι τὰ γένη τὰ ὑποστατικά τῆς ψυχῆς καὶ ἔστιν ὁμοιομερὴς ὅλη πρὸς ἑαυτήν, οὐδὲν ἀποστήσειεν <ἂν> αὐτὴν τῆς συνεχείας καὶ τῆς ἐνώσεως· καὶ γὰρ εἰ ἐπὶ τῶν σωμάτων τὰ ὅμοια συμφύεται ἀλλήλοις ἀμέσως, πόσω δὴ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου φύσεως τὰ οἷον μέρη πάντα ἐνίζεται καὶ τὸ ὅλον τῷ ἑνὶ κεκράτηκεν, μήτε τῶν μερῶν συγχεομένων διὰ τὴν τοῦ ὅλου θέσιν μήτε τῆς ὁλότητος ἐξισταμένης διὰ τὴν διάκρισιν τῶν μερῶν. λάβοις δ’ ἂν ἐκ τούτων καὶ ὅτι κατὰ πάντα ἑαυτῆς ἡ ψυχὴ τὰ μέρη καὶ ἀμέριστός ἐστι καὶ μεριστή· εἰ γὰρ πᾶσα μοῖρα πάντων μετέχει τῶν μέσων γενῶν, οὐδὲν ἔστιν αὐτῆς λαβεῖν, ὃ μὴ ὑφέστηκεν ἐκ τούτων. εἰς ταῦτα δὲ βλέποντες οἱ παλαιοὶ κἀκεῖνα συλλογίζονται πολλαχοῦ περὶ αὐτῆς, ὅτι πᾶσα καὶ ὂν ἐστι καὶ ζωὴ καὶ νοῦς, καί, ὅπερ ἂν λάβῃς τῶν τριῶν, καὶ τὰ λοιπὰ συνάγεις, ἐπειδή πάντα ἐν αὐτῇ διὰ πάντων φοιτᾷ, καὶ ἡ πᾶσα μία ἐστί, καὶ τὸ ἕν αὐτῆς παντελὲς ἐστι