Ancient Greek
2.177.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.177.1-2
Unproofread scanNot analysed yet
διατονικόν, ὡς ἀδρότερον καὶ ἀπλούστερον καὶ γενναιότερον τῶν ἄλλων, καίτοι δοκεῖ τὸ ἐναρμόνιον εἶναι παιδευτικὸν μᾶλλον. καὶ εἴ με δεῖ τὴν ἐμὴν λέγειν μαντείαν, τὸ μὲν ἐναρμόνιον γένος τῆς περὶ τοῖς σώμασι μεριστῆς γιγνομένης πάσης ζωῆς ἐστι συστατικόν, ὡς τὸ διατονικὸν τῆς λογικῆς, διὸ καὶ παιδευτικὸν ἐστὶν ἐκείνης· τὸ δὲ χρωματικὸν τῆς σωματικῆς αὐτῆς λοιπὸν ἰδέας, διὸ καὶ ἐκλυτὸν ἐστι καὶ ἀγενές. τὸ δ’ οὖν ἀρμονικὸν εἰκῶς ἐστὶ παιδευτικόν, ὅ δὴ διὰ ταῦτα καὶ ὁ Σωκράτης ἐν Πολιτείᾳ [III 399] διαφερούσης μνήμης ἥξιωσεν ἐν τοῖς περὶ τῶν ἀρμονιῶν λόγοις, ὡς ἐπεστήσαμεν. καὶ ὁ Τίμαιος εἰδὼς καὶ ἀκούσας ἐκεῖνα τῇ προτεραίᾳ τοῦ Σωκράτους λέγοντος ὅμως αὐτὸς τῇ οὐσίᾳ τῆς ψυχῆς τὴν σύστασιν διὰ τοῦ διατονικοῦ δέδωκε γένους, ἀλλ’ οὐχὶ τοῦ ἀρμονικοῦ παιδευτικοῦ ὄντος, ὡς εἴπομεν· καὶ γὰρ τοὺς τούτων ἡγεμόνας διὰ ταύτην τὴν αἰτίαν τῶν μαθημάτων ἀρμονικοὺς ἐκάλουν. φησὶ γοῦν ὁ Ἀριστόξενος ἐν τῷ πρώτῳ τῆς Ἀρμονικῆς Στοιχειώσεως [2 Marq.] τοὺς ἐμπροσθεν ἡμῶν τῆς ἀρμονικῆς πραγματείας συμβέβηκεν ὡς ἀληθῶς ἀρμονικοὺς εἶναι· αὐτῆς γὰρ τῆς ἀρμονίας ἥπτοντο, τῶν δὲ ἄλλων γενῶν οὐδεμίαν πώποτε ἔννοιαν ἔσχον. ἐν οἷς καὶ λέγει τι θαυμαστὸν ὁ Ἀριστόξενος, ὅτι τὸ διατονικὸν διάγραμμα οὐκ ᾔδεσαν οἱ παλαιοί· γράφει γὰρ οὕτως· σημεῖον δέ· τὸ μὲν γὰρ διάγραμμα αὐτῶν τῶν ἐναρμονιῶν μόνον ἔκκειται συστημάτων, διάτονον δὲ ἢ χρωματικὸν οὐδεὶς πώποτε ἔώρακε. πῶς οὖν ταῦτα λέγει καίτοι καὶ τοῦ Πλάτωνος κατὰ τὸ διατονικὸν γένος ἐκθεμένου τὸ διάγραμμα καὶ τῶν ἀμφὶ τὸν Τίμαιον, θαυμᾶσαι ἄξιον· εἰ μὴ ἄρα τὸ τοῦ Ἀδράστου ἀληθὲς ὁ εἰς αὐτὸν ἀπέρριψεν, ὅτι οὐ πᾶν τὸ ἦθος ἀνὴρ ἐκεῖνος μουσικός, ἀλλ’ ὅπως ἂν δόξῃ τι καινὸν λέγειν πεφροντικώς. ὁ δ’ οὖν Πλάτων ἐν τῷ διατόνῳ γένει ποιεῖται τὴν τῶν