Ancient Greek
2.178.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.178.1-2
Unproofread scanNot analysed yet
B τετραχόρδων διαίρεσιν καὶ πρόεισιν οὐκ ἄχρι τοῦ διὰ πασῶν μόνον, ἀλλ’ ἕως τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε, προσθεὶς καὶ τόνον· ἢ ὡς Σευνῆρος πεποίηκεν, οὐκ ἄνευ μὲν τοῦ τόνου ποιῶν οὐδὲ οὗτος, εἰς δὲ τὸ λείμματα λήγων, ἀλλ’ οὐ τὸν τόνον. εἰ δὲ τις ἀποροίη, πῶς ὁ Πλάτων τὸ διάγραμμα προήγαγε πρὸς τοσοῦτον μέγεθος, φησὶν ὁ Ἄδραστος —Ἀριστόξενος μὲν γὰρ ἐπὶ τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων τὸ τοῦ κατ’ αὐτὸν πολυτρόπου διαγράμματος πεποίηται μέγεθος· παραδέχεται γὰρ ἐκεῖνος καὶ ταύτην τὴν συμφωνίαν, ὥτα τοῦ νοῦ προστησάμενος. οἱ δὲ νεώτεροι τὸ πεντεκαιδεκάτροπον προήγαγον ἐπὶ τὸ δις διὰ πασῶν καὶ τὸν τόνον —ῥητέον, ὡς ἐκεῖνοι μὲν πρὸς τὴν ἡμετέραν χρῆσιν ἀφορῶντες οὕτως ἐποίουν, ὑπολαμβάνοντες μὴ πλεῖόν τι τούτων δύνασθαι μήτε τοὺς ἀγωνιζομένους φθέγγεσθαι μήτε τοὺς ἀκούοντας εὐγνώστως κρίνειν, Πλάτων δὲ πρὸς τὴν φύσιν ὁρῶν τὴν ψυχὴν ἐκ πάντων τούτων συνέστησεν, ἵνα προϊῃ μέχρι τῶν στερεῶν ἀριθμῶν, ὅτε σωμάτων ἔσομένη προστατις· ἔπεταί γὰρ τοῖς ἑπτὰ ὅροις ἐξ C ἀνάγκης ἢ μέχρι τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε πρόοδος· δηλοῖ δὲ ὁ μέγιστος τῶν ὅρων, ὁ ἑπτὰ καὶ εἰκοσαπλάσιος ὤν. καὶ ταῦτα μὲν εἰρήσθω πρὸς τὴν ἀπορίαν. Ὡς δὲ συνελόντι φάναι, τρία ταῦτά ἐστιν, εἰς ἃ τέμνεται τὸ περὶ τῆς ἁρμονίας κεφάλαιον· ἓν μὲν ἢ τῶν ἑπτὰ μοιρῶν ἐκθεσις, δεύτερον δὲ ἢ τῶν δύο μεσοτήτων παρεμβολή, τρίτον δὲ ἢ κατατομή τῶν ἐπιtritῶν καὶ τῶν ἡμιολίων εἰς τοὺς ἐπογδόους καὶ τὰ λείμματα. διὸ καὶ εἰώθασί τινες τρία τρίγωνα ποιεῖν καὶ ἐφ’ ἑνὸς μὲν γράφειν τοῦ ἐλαχίστου τὰς ἑπτὰ μοῖρας, κορυφὴν ποιούντες τὴν μίαν μοῖραν, κατασχίζοντες δὲ τὰς ἐξ περὶ ταύτην καὶ ἐπὶ μὲν τῆς ἑτέρας πλευρᾶς γράφοντες τὸν διπλάσιον ὅλον στίχον, ἐπὶ δὲ τῆς ἑτέρας τὸν τριπλάσιον· ἐπὶ δὲ ἄλλου τριγώνου μείζονος καὶ τοῦτο περιέχοντος αὐξήσαντες τοὺς ἀριθμοὺς παρεμβάλλειν τὰς δύο μεσότητας πάλιν ὁμοίως, χωρὶς μὲν τοὺς διπλα-