Ancient Greek
2.18.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.18.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31B] μὴ ἀπολείπουσα τὸν περὶ τὸ μέσον τόπον, εἴπερ ἐκινεῖτο, κύκλῳ ἂν ἐκινήθη· καὶ γὰρ ὅταν ἐπὶ τὸ ἄνω φέρηται τὸ πῦρ, ἐν ἀλλοτρίῳ τόπῳ ἢν ἐπὶ τὸ ἄνω φέρεται, καὶ ἡ βῶλος ἐπὶ τὸ κάτω ὡσαύτως, καὶ ὅλως τῶν στοιχείων αἱ ἐπ’ εὐθείας φοραὶ παρὰ φύσιν εἰσὶ διακειμένων· ὥστε ψεῦδος τὸ λέγειν, ὅτι τὸ πῦρ ἐπ’ εὐθείας κινεῖται κατὰ φύσιν. μάλιστα γὰρ ἔχει κατὰ φύσιν, ὁπόταν τὸν οἰκεῖον ἔχῃ τόπον, ὅταν δὲ φέρηται εἰς τὸν οἰκεῖον, οὕτω ἔχει τὸ κατὰ φύσιν. τούτου δὲ δειχθέντος φανερὸν, ὅπως καὶ τὸ οὐράνιον πῦρ, ἐπειδὴ κινεῖται, κύκλῳ κινεῖται καὶ οὐδὲν ἐνοχλεῖ τὸν Πλατονικὸν λόγον· εἰ γὰρ <μὴ κύκλῳ> ἐκινεῖτο τὸ πῦρ, οὕτω ἦν ἐν τῷ κατὰ φύσιν τόπῳ. εἰ δὲ ἐστὶν ἐν τῷ κατὰ φύσιν, ἢ ἀκίνητον ἔσται ἢ κύκλῳ κινησεται. ἀλλὰ μὴν ἀδύνατον ἀκίνητον αὐτὸ εἶναι· φύσει γὰρ ἐνκίνητον πᾶν πῦρ· κύκλῳ ἄρα κινησεται μόνως. ἀλλ’ ἐπανέλθωμεν εἰς τὸ προκείμενον. εἰ τοίνυν γεννητὸν τὸ πᾶν, εἶναι δεῖ αὐτὸ αἰσθητόν, εἰ δὲ αἰσθητόν, ὁρατὸν καὶ ἅπτον, εἰ ταῦτα, ἐκ πυρὸς εἶναι καὶ γῆς, εἰ ταῦτα, καὶ ἐκ τῶν μέσων· ταῦτα γὰρ πλεῖστον ἀλλήλων διέστηκεν καὶ ὅσον ἄφῃ καὶ ὅψις διεστήκατον. εἰ δὲ ὁρατὸς ὁ κόσμος, εἶναι δεῖ πῦρ, εἰ δὲ ἅπτος, εἶναι δεῖ γῆν. ἅπτον γὰρ ἐστι τὸ στερεόν, ὃ καὶ ἀντερεῖδειν δύναται πρὸς τὴν ἄφην· τὸ γὰρ εὐθρυπτον καὶ μὴ ὑπομένον τὴν ἄφην οὐδαμῶς ἅπτον. διὸ καὶ Πυθαγόρας τλήμονα προσαγορεύει τὴν γῆν, ὡς στερεὰν καὶ ὡς ἀντιβαίνουσαν πρὸς τὴν ἄφην καὶ ὡς δυσκίνητον καὶ ὡς τῆς μονίμου δυνάμεως μετέχουσαν. εἰ οὖν, ὡςπερ εἴρηται, δεῖ πυρός, ἢν’ ὁρατὸς ὁ κόσμος ἢ, γῆς δέ, ἵνα ἅπτος, ἐκ πυρὸς καὶ γῆς ἀρχόμενος ὁ θεὸς ποιήσει τὸ πᾶν· οὐχ ὡς ταῦτα πρῶτα τοῦ θεοῦ ποιούντος· πάλαι γὰρ τῆς κατὰ χρόνον γενέσεως ἀπέγνωμεν· ἀλλ’ ἐπειδὴ πᾶσα φυσιολογία τὴν ἀρχὴν ἀπὸ τῶν ἐναντίων ποιεῖται, διὰ τοῦτο <καὶ τὸ> πᾶν ἤρχθαι φησι τῆς συστάσεως