Ancient Greek
2.19.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.19.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31BC]. ἐκ πυρὸς καὶ γῆς, ἵνα ὁρατὸν τε ἀποτελεσθῇ διὰ τὸ πῦρ καὶ ἀπτόν διὰ τὸ στερεὸν τῆς γῆς. ὁ δὴ καὶ πᾶν μετ’ ἀκριβείας τι στερεὸν προσηγόρευσε. φυσικὸν γὰρ ἄλλο στερεὸν καὶ μαθηματικὸν ἄλλο, τὸ μὲν ἀναφές, τὸ δὲ ἀπτόν, ὁ δὴ ποιεῖ νῦν ὁ λόγος· ἐκεῖνο γὰρ τὸ στερεὸν ἀπτόν, ὁ ἐστὶ φυσικόν. οἱ οὖν ἀποροῦντες, διὰ τί στερεὸν ἡ γῆ μόνον, ἄτοποι· καὶ γὰρ ὕδωρ, φασί, καὶ ἀὴρ τοιαῦτα. δυνατόν γὰρ πρὸς αὐτοὺς λέγειν, ὅτι τῇ γῇ μάλιστα ὑπάρχει τὸ ἀντί-τυπον. αὕτη γοῦν ὑποβάθρα καὶ τῶν ἄλλων ἐστί· γῆ γὰρ ὑπερείδει καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα, ταῦτα ἀμφότερα. πρῶ-τον οὖν ἀπτόν ἡ γῆ καὶ πρῶτον ἀντίτυπον καὶ διὰ τοῦτο πρῶτον στερεόν. παραυτοῦμεθα δὲ τοὺς λέγοντας, ὅτι τὰ B τρία στοιχεῖα τὰ μετὰ τὸ πῦρ ἐκάλεσε γῆν ἐν τούτοις· τί γὰρ ἂν εἴη λοιπὸν τὸ μέσον γῆς καὶ πυρός, οὐκ ἔστιν εἰπεῖν.