Ancient Greek
2.181.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.181.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] τῶν ἄκρων τὸν γ ἔχω τὸ πλάτος τρίτον τινός, ἵνα δ γ ἐπὶ τοῦ- 5 τὸν ποιήσῃ τὸ παραβληθὲν ἐν ὅλον. τοῦτο οὖν τὸ τρίτον τῷ ἐνὶ προσθεὶς ἔχω τὸν μέσον τῆς ἀρμονικῆς μεσότητος, ὡς καὶ ἐπὶ τῶν ἐμπροσθέν [p. 172, 11 ss]. ταύταις δὴ χρώμενοι ταῖς μεθόδοις τὰ διπλάσια πάντα καὶ τριπλάσια διαστήματα συμπληρώσομεν ἐμμεθόδως ταῖς τε ἀριθμητικαῖς καὶ ταῖς Β ἀρμονικαῖς μεσότησιν, ὡς δὴ παραλήψεται ὁ Τιμαῖος ἐν τῇ γεωμετρικῇ μεσότητι καὶ παραλαβὼν ἐπανυξήσει ταῖς τῶν ἄλλων μεσοτήτων ἐμβολαῖς. Ὅλος δὲ ἐπειδή τῶν τριῶν μνη- 10 μονεύει μεσοτήτων, ὧν περιληπτικὴν εἶναι τὴν γεωμετρικὴν, προσκεῖσθω τοῖς εἰρημένοις θεώρημα τοιοῦτον· ἐὰν ἡ διεχὴς ἀναλογία καὶ τῶν μέσων ἕτερος ποιῇ τὴν ἀριθμητικὴν, ὁ λοιπὸς ποιήσει τὴν ἀρμονικὴν μεσότητα, καὶ ἀνάπαλιν· ἔστωσαν γὰρ ὁροὶ τέσσαρες ὡς Α πρὸς Β ὁ Γ πρὸς Δ, καὶ ἀριθ- 15 μητικὴ μεσότης ὁ Β· λέγω, ὅτι ἀρμονικὴ ὁ Γ· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ ἴσον τῷ ὑπὸ ΒΓ, ὁ δὲ Β ἀριθμητικὴ μεσότης, καὶ τὸ ὑπὸ συναμφότερου τοῦ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΒΓ, διότι διπλάσιος ὁ συναμφότερος ΑΔ τοῦ Β ὡς ἐν ἀριθμητικῇ μεσότητι· τὸ ἄρα ὑπὸ συναμφότερου τοῦ ΑΔ καὶ Γ 20 διπλάσιον τοῦ ὑπὸ ΑΔ. ἦν δὲ τοῦτο ἀρμονικῆς ἴδιον, τὸ ὑπὸ τῶν ἄκρων καὶ μέσου διπλάσιον εἶναι τοῦ ὑπὸ τῶν ἄκρων. πάλιν ἔστω ἀρμονικὴ μεσότης ὁ Γ· λέγω, ὅτι ἀριθμητικὴ ὁ Β· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΑΔ, τὸ δὲ ὑπὸ ΑΔ ἴσον τῷ ὑπὸ ΓΒ· τὸ ἄρα ὑπὸ συν- 25 ἀμφότερου τοῦ [ὑπὸ] ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΒΓ, διπλάσιος ἄρα ὁ συναμφότερος ΑΔ τοῦ Β. τοῦτο δ’ ἦν C ἀριθμητικὴ μεσότης, ὅταν οἱ ἄκροι διπλάσιοι ᾖσι τοῦ μέσου.