Ancient Greek
2.182.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.182.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] πάλιν ἔστω τῶν τεττάρων ὅρων μέσος μὲν Β ἀριθμητικὴ μεσότης, ὁ δὲ Γ ἁρμονική· λέγω, ὅτι ἔστιν ὡς ὁ Α πρὸς Β, ὁ Γ πρὸς Δ· ἐπειδή γὰρ ὁ ὑπὸ συναμφότερου τοῦ ΑΔ καὶ τοῦ Γ διπλάσιος τοῦ ὑπὸ ΑΔ διὰ τὴν ἁρμονικήν, ὁ δὲ ὑπὸ συναμφότερου τοῦ ΑΔ διπλάσιος τοῦ ὑπὸ ΒΓ διὰ τὴν ἀριθμητικήν, ὁ ἄρα ὑπὸ ΑΔ ἴσος τῷ ὑπὸ ΒΓ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς Β, οὕτως ὁ Γ πρὸς Δ· τοῦτο δ’ ἦν γεωμετρικῆς ἴδιον. αἱ ἄρα δύο μεσότητες περιέχονται ὑπὸ τῆς γεωμετρικῆς καὶ ἀντιστρέφουσιν ἀλλήλαις. ἀλλ’ ἐπεὶ καὶ ταῦτα προεῖρηται, ἐπὶ τὸ προκείμενον χωρῶμεν.