Ancient Greek
2.182.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.182.4
Unproofread scanNot analysed yet
Τὴν μαθηματικὴν θεωρίαν οὔτε παντάπασιν ἀτιμαστέον οὔτε μόνην αὐτὴν καθ’ ἑαυτὴν ζηλωτέον· τὸ μὲν γὰρ οὐ δεῖκνυσιν ἡμῖν, ὥσπερ ὁ Πλάτων βούλεται [29Bss], τὰ πράγματα ἐν ταῖς εἰκόσι, τὸ δὲ ἀνεματίστων ποιεῖ τὴν ὅλην ἐξήγησιν· δεῖ γὰρ ὡς ἐπ’ ἀσφαλοῦς πεισματος ὁρμεῖν τῆς τῶν πραγμάτων περὶ ὧν ὁ λόγος ἐστὶν οὐσίας. ἐν μέσῳ τοίνυν, ὥσπερ εἴπομεν καὶ πρότερον, καταστήσαντες τὸν λόγον μαθηματικῶς μὲν πρῶτον, οἰκείως δὲ τοῖς ὑποκειμένοις μετὰ ταῦτα τὴν προκειμένην ἐξηγησόμεθ’α κατατομήν. οἱ μὲν οὖν Πυθαγόρειοι μέγα φρονοῦσιν, ὡς τὴν τοῦ κανόνος κατατομὴν ἀνηρηκότες· ὁ δὲ γε Πλάτων ψυχῆς κατατομὴν ἐν τούτοις παραδίδωσι, τὰς αἰτίας τὰς οὐσιώδεις καὶ τοὺς λόγους τοὺς γεννητικοὺς τῶν μαθηματικῶν θεωρημάτων ἀναπτύσσον. φέρ’ οὖν, μαθηματικῶς, ὅπερ εἴρηται, πρῶτον γυμνάσωμεν τὴν τῶν ἀκουόντων διάνοιαν, συναιροῦντες τὰ παρὰ πολλοῖς εἰρημένα καὶ τῶν μὲν ἀντιλογιῶν ἀπεχόμενοι, καθ’ αὐτὸ δὲ τὸ ἀληθὲς ἐξετάζοντες. ἔσται δὲ ἡμῖν ὁ λόγος